Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.524 Joseph. BJ 4.531 (English) >>Joseph. BJ 4.538

4.528πτοία δʼ ἐμπίπτει παντὶ τῷ πλήθει, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν λυθέντες ἐκ τῆς τάξεως ἀνεχώρουν ἕκαστοι πρὸς τὰ ἴδια.

-- --

4.529

Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν. 4.530ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῇδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτῳ Μέμφεως ἀρχαιοτέραν· δισχίλια γοῦν αὐτῇ καὶ τριακόσια ἔτη συναριθμεῖται. 4.531μυθεύουσι δὲ αὐτὴν καὶ οἰκητήριον Ἀβράμου τοῦ Ἰουδαίων προγόνου γεγονέναι μετὰ τὴν ἐκ τῆς Μεσοποταμίας ἀπανάστασιν, τούς τε παῖδας αὐτοῦ λέγουσι καταβῆναι εἰς Αἴγυπτον ἔνθεν· 4.532ὧν καὶ τὰ μνημεῖα μέχρι νῦν ἐν τῇδε τῇ πολίχνῃ δείκνυται πάνυ καλῆς μαρμάρου καὶ φιλοτίμως εἰργασμένα. 4.533δείκνυται δʼ ἀπὸ σταδίων ἓξ τοῦ ἄστεος τερέβινθος μεγίστη, καὶ φασὶ τὸ δένδρον ἀπὸ τῆς κτίσεως μέχρι νῦν διαμένειν. 4.534ἔνθεν Σίμων ἐχώρει διὰ πάσης τῆς Ἰδουμαίας, οὐ μόνον κώμας καὶ πόλεις πορθῶν, λυμαινόμενος δὲ καὶ τὴν χώραν· δίχα γὰρ τῶν ὁπλιτῶν τέσσαρες αὐτῷ συνείποντο μυριάδες, ὡς μηδὲ τῶν ἐπιτηδείων ἐξαρκούντων πρὸς τὸ πλῆθος. 4.535προσῆν δὲ ταῖς χρείαις ὠμότης τε αὐτοῦ καὶ πρὸς τὸ γένος ὀργή, διʼ μᾶλλον ἐξερημοῦσθαι συνέβαινε τὴν Ἰδουμαίαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.524 Joseph. BJ 4.531 (English) >>Joseph. BJ 4.538

Powered by PhiloLogic