Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.532 Joseph. BJ 4.540 (English) >>Joseph. BJ 4.547

4.537καὶ τὰ μὲν ἐμπιπρῶντες τὰ δὲ κατασκάπτοντες, πᾶν δὲ τὸ πεφυκὸς ἀνὰ τὴν χώραν συμπατοῦντες ἠφάνιζον νεμόμενοι καὶ τὴν ἐνεργὸν ὑπὸ τῆς πορείας σκληροτέραν ἐποίουν τῆς ἀκάρπου, καθόλου τε εἰπεῖν, οὐδὲ σημεῖόν τι κατελείπετο τοῖς πορθουμένοις τοῦ γεγονέναι.

-- --

4.538

Ταῦτα πάλιν τοὺς ζηλωτὰς ἐπήγειρεν, καὶ φανερῶς μὲν ἀντιπαρατάξασθαι κατέδεισαν, προλοχίσαντες δʼ ἐν ταῖς παρόδοις ἁρπάζουσι τοῦ Σίμωνος τὴν γυναῖκα καὶ τῆς περὶ αὐτὴν θεραπείας συχνούς. 4.539ἔπειτα ὡς αὐτὸν αἰχμαλωτισάμενοι τὸν Σίμωνα γεγηθότες εἰς τὴν πόλιν ὑπέστρεψαν καὶ ὅσον οὐδέπω προσεδόκων καταθέμενον τὰ ὅπλα περὶ τῆς γυναικὸς ἱκετεύσειν. 4.540τὸν δὲ οὐκ ἔλεος εἰσῆλθεν ἀλλʼ ὀργὴ περὶ τῆς ἡρπασμένης, καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἐλθὼν καθάπερ τὰ τρωθέντα τῶν θηρίων, ἐπειδὴ τοὺς τρώσαντας οὐ κατέλαβεν, ἐφʼ οὓς εὗρε τὸν θυμὸν ἠφίει. 4.541ὅσοι γοῦν λαχανείας ἕνεκεν φρυγανισμοῦ προεληλύθεσαν ἔξω πυλῶν ἀνόπλους καὶ γέροντας συλλαμβάνων ᾐκίζετο καὶ διέφθειρεν, διʼ ὑπερβολὴν ἀγανακτήσεως μονονουχὶ καὶ νεκρῶν γευόμενος τῶν σωμάτων. 4.542πολλοὺς δὲ καὶ χειροκοπήσας εἰσέπεμπε καταπλήξασθαι τοὺς ἐχθροὺς ἅμα καὶ διαστῆσαι τὸν δῆμον ἐπιχειρῶν πρὸς τοὺς αἰτίους. 4.543ἐντέταλτο δʼ αὐτοῖς λέγειν, ὅτι Σίμων θεὸν ὄμνυσι τὸν πάντων ἔφορον, εἰ μὴ θᾶττον ἀποδώσουσιν αὐτῷ τὴν γυναῖκα, ῥήξας τὸ τεῖχος τοιαῦτα διαθήσειν πάντας τοὺς κατὰ τὴν πόλιν, μηδεμιᾶς φεισάμενος ἡλικίας μηδὲ ἀπὸ τῶν ἀναιτίων διακρίνας τοὺς αἰτίους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.532 Joseph. BJ 4.540 (English) >>Joseph. BJ 4.547

Powered by PhiloLogic