Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.561 Joseph. BJ 4.569 (English) >>Joseph. BJ 4.577

4.566

Διεστασιάζετο δὲ πρὸς τὸν Ἰωάννην δύναμις, καὶ πᾶν ὅσον ἦν Ἰδουμαίων ἐν αὐτῇ χωρισθὲν ἐπεχείρει τῷ τυράννῳ φθόνῳ τε τῆς ἰσχύος αὐτοῦ καὶ μίσει τῆς ὠμότητος. 4.567συμβαλόντες δὲ ἀναιροῦσί τε πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς· 4.568συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ· συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι, κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφʼ ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων· 4.569κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τεὢν ἐκεῖ καὶ τὰ λάφυρα

-- --

τῆς τυραννίδος κατέθετο. 4.570ἐν δὲ τούτῳ τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη, καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους. 4.571τοῖς δὲ οὐχ οὕτω τὴν ἔφοδον αὐτῶν καταδεῖσαι παρέστη μαχιμωτέροις οὖσιν ὡς τὴν ἀπόνοιαν, μὴ νύκτωρ ἐκ τοῦ ἱεροῦ παρεισδύντες αὐτούς τε διαφθείρωσι καὶ τὸ ἄστυ καταπιμπρῶσι. 4.572συνελθόντες οὖν μετὰ τῶν ἀρχιερέων ἐβουλεύοντο, τίνα χρὴ τρόπον φυλάξασθαι τὴν ἐπίθεσιν. 4.573θεὸς δὲ ἄρα τὰς γνώμας αὐτῶν εἰς κακὸν ἔτρεψε, καὶ χαλεπώτερον ἀπωλείας ἐπενόησαν τὸ πρὸς σωτηρίαν φάρμακον· ἵνα γοῦν καταλύσωσιν Ἰωάννην, ἔκριναν δέχεσθαι Σίμωνα καὶ μετὰ ἱκετηριῶν δεύτερον εἰσαγαγεῖν ἑαυτοῖς τύραννον.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.561 Joseph. BJ 4.569 (English) >>Joseph. BJ 4.577

Powered by PhiloLogic