Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.156 | Joseph. BJ 5.162 (English) | >>Joseph. BJ 5.169 |
5.159τῆς πόλεως δʼ ὁ πᾶς κύκλος σταδίων ἦν
-- -- ἐπὶ γὰρ ἑβδομήκοντα πήχεις ὑψηλὸς ὢν Ἀραβίαν τε ἀνίσχοντος ἡλίου παρεῖχεν ἀφορᾶν καὶ μέχρι θαλάττης τὰ τῆς Ἑβραίων κληρουχίας ἔσχατα ·
5.161ὀκτάγωνος δὲ ἦν . τούτου δʼ ἄντικρυς ὁ Ἱππικὸς καὶ παρʼ αὐτὸν δύο κατεσκευάσθησαν μὲν ὑφʼ Ἡρώδου βασιλέως ἐν τῷ ἀρχαίῳ τείχει , μέγεθος δὲ καὶ κάλλος ἦσαν καὶ ὀχυρότητα τῶν κατὰ τὴν οἰκουμένην διάφοροι ·
5.162πρὸς γὰρ τῷ φύσει μεγαλοψύχῳ καὶ τῇ περὶ τὴν πόλιν φιλοτιμίᾳ τὴν ὑπεροχὴν τῶν ἔργων ὁ βασιλεὺς πάθεσιν οἰκείοις ἐχαρίζετο καὶ τρισὶ τοῖς ἡδίστοις προσώποις , ἀφʼ ὧν ὠνόμασε τοὺς πύργους , ἀδελφῷ καὶ φίλῳ καὶ γυναικί , τὴν μνήμην ἀνέθηκε , τὴν μὲν ὡς προειρήκαμεν κτείνας διʼ ἔρωτα , τοὺς δὲ ἀποβαλὼν ἐν πολέμῳ γενναίως ἀγωνισαμένους .
5.163ὁ μὲν οὖν Ἱππικὸς ἀπὸ τοῦ φίλου προσαγορευθεὶς τετράγωνος μὲν ἦν , εὖρος δὲ καὶ μῆκος εἰκοσιπέντε πηχῶν ἕκαστον καὶ ὕψος τριάκοντα , οὐδαμοῦ διάκενος .
5.164ὑπὲρ δὲ τὸ πλῆρες καὶ ταῖς πέτραις συνηνωμένον εἰς ἐκδοχὴν ὄμβρων εἰκοσάπηχυς λάκκος ἦν τὸ βάθος ,
5.165ἐπάνω δὲ τούτου δίστεγος οἶκος ἦν εἴκοσι καὶ πέντε πηχῶν τὸ ὕψος εἰς ποικίλα τέγη διῃρημένος , ὑπὲρ ὃν τύρσεις μὲν διπήχεις προμαχῶνες δὲ περιβέβληντο τριπήχεις , ὡς τὸ πᾶν ὕψος εἰς ὀγδοήκοντα πήχεις συναριθμεῖσθαι .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.156 | Joseph. BJ 5.162 (English) | >>Joseph. BJ 5.169 |