Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.398 | Joseph. BJ 5.404 (English) | >>Joseph. BJ 5.410 |
5.402οὐ τὰ κρυπτὰ μὲν τῶν ἁμαρτημάτων ἠδοξήκατε , κλοπὰς λέγω καὶ ἐνέδρας καὶ μοιχείας , ἁρπαγαῖς δʼ ἐρίζετε καὶ φόνοις καὶ ξένας καινοτομεῖτε κακίας ὁδούς , ἐκδοχεῖον δὲ πάντων τὸ ἱερὸν γέγονεν καὶ χερσὶν ἐμφυλίοις ὁ θεῖος μεμίανται χῶρος ,
-- -- εἶτʼ ἐπὶ τούτοις τὸν ἀσεβηθέντα σύμμαχον προσδοκᾶτε ; πάνυ γοῦν ἐστὲ δίκαιοι ἱκέται καὶ χερσὶ καθαραῖς τὸν βοηθὸν ὑμῶν παρακαλεῖτε .
5.404τοιαύταις ὁ βασιλεὺς ἡμῶν ἱκέτευσεν ἐπὶ τὸν Ἀσσύριον , ὅτε τὸν μέγαν ἐκεῖνον στρατὸν μιᾷ νυκτὶ κατέστρωσεν ὁ θεός ; ὅμοια δὲ τῷ Ἀσσυρίῳ Ῥωμαῖοι δρῶσιν , ἵνα καὶ ἄμυναν ὑμεῖς ὁμοίαν ἐλπίσητε ;
5.405οὐχ ὁ μὲν χρήματα παρὰ τοῦ βασιλέως ἡμῶν λαβὼν ἐφʼ ᾧ μὴ πορθήσει τὴν πόλιν κατέβη παρὰ τοὺς ὅρκους ἐμπρῆσαι τὸν ναόν , Ῥωμαῖοι δὲ τὸν συνήθη δασμὸν αἰτοῦσιν , ὃν οἱ πατέρες ἡμῶν τοῖς ἐκείνων πατράσι παρέσχον ;
5.406καὶ τούτου τυχόντες οὔτε πορθοῦσι τὴν πόλιν οὔτε ψαύουσι τῶν ἁγίων , διδόασι δὲ ὑμῖν τὰ ἄλλα , γενεάς τʼ ἐλευθέρας καὶ κτήσεις τὰς ἑαυτῶν νέμεσθαι καὶ τοὺς ἱεροὺς νόμους σώζουσι .
5.407μανία δὴ τὸν θεὸν προσδοκᾶν ἐπὶ δικαίοις οἷος ἐπʼ ἀδίκοις ἐφάνη . καὶ παραχρῆμα δὲ ἀμύνειν οἶδεν ὅταν δέῃ · τοὺς γοῦν Ἀσσυρίους κατὰ νύκτα τὴν πρώτην παραστρατοπεδευσαμένους ἔκλασεν ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.398 | Joseph. BJ 5.404 (English) | >>Joseph. BJ 5.410 |