Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.410 Joseph. BJ 5.417 (English) >>Joseph. BJ 5.423

5.414τί δὲ σιγᾶται παρʼ ὑμῖν τί κρύπτεται; τί δʼ οὐχὶ καὶ τοῖς ἐχθροῖς φανερὸν γέγονε; πομπεύετε γὰρ παρανομοῦντες καὶ καθʼ ἡμέραν ἐρίζετε, τίς χείρων γένηται, τῆς ἀδικίας ὥσπερ ἀρετῆς ἐπίδειξιν ποιούμενοι. 5.415καταλείπεται δὲ ὅμως ἔτι σωτηρίας ὁδός, ἐὰν θέλητε, καὶ τὸ θεῖον εὐδιάλλακτον ἐξομολογουμένοις καὶ μετανοοῦσιν. 5.416 σιδήρειοι, ῥίψατε τὰς πανοπλίας, λάβετε ἤδη κατερειπομένης αἰδῶ πατρίδος, ἐπιστράφητε καὶ θεάσασθε τὸ κάλλος ἧς προδίδοτε, οἷον ἄστυ, οἷον ἱερόν, ὅσων ἐθνῶν δῶρα. 5.417ἐπὶ ταῦτά τις ὁδηγεῖ φλόγα; ταῦτά τις μηκέτʼ εἶναι θέλει; καὶ τί σώζεσθαι τούτων ἀξιώτερον, ἄτεγκτοι καὶ λίθων ἀπαθέστεροι. 5.418καὶ εἰ μὴ ταῦτα γνησίοις ὄμμασιν βλέπετε, γενεὰς γοῦν ὑμετέρας οἰκτείρατε, καὶ πρὸ ὀφθαλμῶν ἑκάστῳ γενέσθω τέκνα καὶ γυνὴ καὶ γονεῖς, οὓς ἀναλώσει μετὰ μικρὸν λιμὸς πόλεμος. 5.419οἶδʼ ὅτι μοι συγκινδυνεύει μήτηρ καὶ γυνὴ καὶ γένος οὐκ ἄσημον καὶ πάλαι λαμπρὸς οἶκος, καὶ τάχα δοκῶ διὰ

-- --

ταῦτα συμβουλεύειν. ἀποκτείνατε αὐτούς, λάβετε μισθὸν τῆς ἑαυτῶν σωτηρίας τὸ ἐμὸν αἷμα· κἀγὼ θνήσκειν ἕτοιμος, εἰ μετʼ ἐμὲ σωφρονεῖν μέλλετε.” 5.420

Τοιαῦτα τοῦ Ἰωσήπου μετὰ δακρύων ἐμβοῶντος οἱ στασιασταὶ μὲν οὔτε ἐνέδοσαν οὔτʼ ἀσφαλῆ τὴν μεταβολὴν ἔκριναν, δὲ δῆμος ἐκινήθη πρὸς αὐτομολίαν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.410 Joseph. BJ 5.417 (English) >>Joseph. BJ 5.423

Powered by PhiloLogic