Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.420 Joseph. BJ 5.427 (English) >>Joseph. BJ 5.433

5.424

Τοῖς γε μὴν εὐπόροις καὶ τὸ μένειν πρὸς ἀπώλειαν ἴσον ἦν· προφάσει γὰρ αὐτομολίας ἀνῃρεῖτό τις διὰ τὴν οὐσίαν. τῷ λιμῷ δʼ ἀπόνοια τῶν στασιαστῶν συνήκμαζε, καὶ καθʼ ἡμέραν ἀμφότερα προσεξεκαίετο τὰ δεινά. 5.425φανερὸς μὲν γὰρ οὐδαμοῦ σῖτος ἦν, ἐπεισπηδῶντες δὲ διηρεύνων τὰς οἰκίας, ἔπειθʼ εὑρόντες μὲν ὡς ἀρνησαμένους ᾐκίζοντο, μὴ εὑρόντες δʼ ὡς ἐπιμελέστερον κρύψαντας ἐβασάνιζον. 5.426τεκμήριον δὲ τοῦ τʼ ἔχειν καὶ μὴ τὰ σώματα τῶν ἀθλίων, ὧν οἱ μὲν ἔτι συνεστῶτες εὐπορεῖν τροφῆς ἐδόκουν,

-- --

οἱ τηκόμενοι δὲ ἤδη παρωδεύοντο, καὶ κτείνειν ἄλογον ἐδόκει τοὺς ὑπʼ ἐνδείας τεθνηξομένους αὐτίκα. 5.427πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντηλλάξαντο μέτρου πυρῶν μὲν εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέστεροι κριθῆς, ἔπειτα κατακλείοντες αὑτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπʼ ἄκρας ἐνδείας ἀνέργαστον τὸν σῖτον ἤσθιον, οἱ δʼ ἔπεσσον ὡς τε ἀνάγκη καὶ τὸ δέος παρῄνει. 5.428καὶ τράπεζα μὲν οὐδαμοῦ παρετίθετο, τοῦ δὲ πυρὸς ὑφέλκοντες ἔτʼ ὠμὰ τὰ σιτία διήρπαζον. 5.429

Ἐλεεινὴ δὲ ἦν τροφὴ καὶ δακρύων ἄξιος θέα, τῶν μὲν δυνατωτέρων πλεονεκτούντων, τῶν δʼ ἀσθενῶν ὀδυρομένων. πάντων μὲν δὴ παθῶν ὑπερίσταται λιμός, οὐδὲν δʼ οὕτως ἀπόλλυσιν ὡς αἰδῶ· τὸ γὰρ ἄλλως ἐντροπῆς ἄξιον ἐν τούτῳ καταφρονεῖται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.420 Joseph. BJ 5.427 (English) >>Joseph. BJ 5.433

Powered by PhiloLogic