Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.428 | Joseph. BJ 5.434 (English) | >>Joseph. BJ 5.441 |
5.432ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένην οἰκίαν , σημεῖον ἦν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι τροφῆς · εὐθέως δʼ ἐξαράξαντες τὰς θύρας εἰσεπήδων , καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβοντες τὰς ἀκόλους ἀνέφερον .
5.433ἐτύπτοντο δὲ γέροντες ἀντεχόμενοι τῶν σιτίων ,
-- -- τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ἦσαν ὠμότεροι .
5.435δεινὰς δὲ βασάνων ὁδοὺς ἐπενόουν πρὸς ἔρευναν τροφῆς , ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους , ῥάβδοις δʼ ὀξείαις ἀναπείροντες τὰς ἕδρας , τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ ἵνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων .
5.436οἱ βασανισταὶ δʼ οὐκ ἐπείνων , καὶ γὰρ ἧττον ἂν ὠμὸν ἦν τὸ μετʼ ἀνάγκης , γυμνάζοντες δὲ τὴν ἀπόνοιαν καὶ προπαρασκευάζοντες αὑτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια .
5.437τοῖς δʼ ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες , ὅτʼ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν , ἀφήρπαζον τὰ κομισθέντα ,
5.438καὶ πολλάκις ἱκετευόντων καὶ τὸ φρικτὸν ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν , οὐδʼ ὁτιοῦν μετέδοσαν · ἀγαπητὸν δʼ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.428 | Joseph. BJ 5.434 (English) | >>Joseph. BJ 5.441 |