Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.507 | Joseph. BJ 5.514 (English) | >>Joseph. BJ 5.519 |
5.511διεκληροῦντο δʼ οἱ φύλακες τοὺς ὕπνους , καὶ διʼ ὅλης νυκτὸς περιῄεσαν κατὰ διαστήματα τῶν φρουρίων .
5.512
καὶ τὰ μὲν τέγη πεπλήρωτο γυναικῶν καὶ βρεφῶν λελυμένων , οἱ στενωποὶ δὲ γερόντων νεκρῶν , παῖδες δὲ καὶ νεανίαι διοιδοῦντες ὥσπερ εἴδωλα κατὰ τὰς ἀγορὰς ἀνειλοῦντο καὶ κατέπιπτον ὅπῃ τινὰ τὸ πάθος καταλαμβάνοι .
5.514θάπτειν δὲ τοὺς προσήκοντας οὔτε ἴσχυον οἱ κάμνοντες καὶ τὸ διευτονοῦν ὤκνει διά τε πλῆθος τῶν νεκρῶν καὶ διὰ τὸ κατὰ σφᾶς ἄδηλον · πολλοὶ γοῦν τοῖς ὑπʼ αὐτῶν θαπτομένοις ἐπαπέθνησκον , πολλοὶ δὲ ἐπὶ τὰς θήκας πρὶν ἐπιστῆναι τὸ χρεὼν προῆλθον .
5.515οὔτε δὲ θρῆνος ἐν ταῖς συμφοραῖς οὔτʼ ὀλοφυρμὸς ἦν , ἀλλʼ ὁ λιμὸς ἤλεγχε τὰ πάθη , ξηροῖς δὲ τοῖς ὄμμασι καὶ σεσηρόσι τοῖς στόμασιν οἱ δυσθανατοῦντες ἐφεώρων τοὺς φθάσαντας ἀναπαύσασθαι , βαθεῖα δὲ περιεῖχεν
-- -- τυμβωρυχοῦντες γοῦν τὰς οἰκίας ἐσύλων τοὺς νεκροὺς καὶ τὰ καλύμματα τῶν σωμάτων περισπῶντες μετὰ γέλωτος ἐξῄεσαν , τάς τε ἀκμὰς τῶν ξιφῶν ἐδοκίμαζον ἐν τοῖς πτώμασιν , καί τινας τῶν ἐρριμμένων ἔτι ζῶντας διήλαυνον ἐπὶ πείρᾳ τοῦ σιδήρου ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.507 | Joseph. BJ 5.514 (English) | >>Joseph. BJ 5.519 |