Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.520 | Joseph. BJ 5.526 (English) | >>Joseph. BJ 5.533 |
5.523ἡ μὲν γὰρ περὶ τὴν
-- -- περιιὼν δὲ ὁ Καῖσαρ τὰ τάγματα καὶ κατεπείγων τὸ ἔργον ἐπεδείκνυ τοῖς λῃσταῖς , ὡς ἐν χερσὶν εἴησαν αὐτοῦ .
5.525μόνοις δὲ ἐκείνοις ἄρα κακῶν ἀπολώλει μεταμέλεια , καὶ τὰς ψυχὰς χωρίσαντες ἀπὸ τῶν σωμάτων ἀμφοτέροις ὡς ἀλλοτρίοις ἐχρῶντο .
5.526οὔτε γὰρ πάθος αὐτῶν ἡμέρου τὴν ψυχὴν οὔτʼ ἀλγηδὼν ἥπτετο τοῦ σώματος , οἵ γε καὶ νεκρὸν τὸν δῆμον ὥσπερ κύνες ἐσπάραττον καὶ τὰ δεσμωτήρια τῶν ἀρρώστων ἐνεπίμπλασαν .
5.527
ὃς ὑπὸ τοῖς ζηλωταῖς κακουμένου τοῦ πλήθους , οἷς ἤδη καὶ Ἰωάννης προσῆν , πείθει τὸν δῆμον εἰσαφεῖναι τὸν Σίμωνα βοηθόν , οὐδὲν οὔτε προσυνθέμενος οὔτε προσδοκήσας φαῦλον ἐξ αὐτοῦ .
5.529παρελθὼν δʼ ἐκεῖνος ὡς ἐκράτησε τῆς πόλεως , ἐχθρὸν ἐν ἴσῳ τοῖς ἄλλοις ἡγεῖτο καὶ τὸν ὑπὲρ αὐτοῦ σύμβουλον ὡς ἂν ἐξ ἁπλότητος γεγενημένον .
5.530ἀχθέντα δὲ τηνικαῦτα καὶ κατηγορούμενον τὰ τῶν Ῥωμαίων φρονεῖν κατακρίνει μὲν θανάτῳ μηδʼ ἀπολογίας ἀξιώσας σὺν τρισὶν υἱοῖς · ὁ γὰρ τέταρτος ἔφθη διαδρὰς πρὸς Τίτον · ἱκετεύοντα δὲ ἀναιρεθῆναι πρὸ τῶν τέκνων καὶ ταύτην αἰτούμενον τὴν χάριν ἀνθʼ ὧν ἀνοίξειεν αὐτῷ τὴν πόλιν , τελευταῖον ἀνελεῖν ἐκέλευσεν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.520 | Joseph. BJ 5.526 (English) | >>Joseph. BJ 5.533 |