Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.521 Joseph. BJ 5.528 (English) >>Joseph. BJ 5.534

5.525μόνοις δὲ ἐκείνοις ἄρα κακῶν ἀπολώλει μεταμέλεια, καὶ τὰς ψυχὰς χωρίσαντες ἀπὸ τῶν σωμάτων ἀμφοτέροις ὡς ἀλλοτρίοις ἐχρῶντο. 5.526οὔτε γὰρ πάθος αὐτῶν ἡμέρου τὴν ψυχὴν οὔτʼ ἀλγηδὼν ἥπτετο τοῦ σώματος, οἵ γε καὶ νεκρὸν τὸν δῆμον ὥσπερ κύνες ἐσπάραττον καὶ τὰ δεσμωτήρια τῶν ἀρρώστων ἐνεπίμπλασαν. 5.527

Σίμων γοῦν οὐδὲ Ματθίαν, διʼ ὃν κατέσχε τὴν πόλιν, ἀβασάνιστον ἀνεῖλε· Βοηθοῦ παῖς ἦν οὗτος ἐκ τῶν ἀρχιερέων ἐν τοῖς μάλιστα τῷ δήμῳ πιστὸς καὶ τίμιος· 5.528ὃς ὑπὸ τοῖς ζηλωταῖς κακουμένου τοῦ πλήθους, οἷς ἤδη καὶ Ἰωάννης προσῆν, πείθει τὸν δῆμον εἰσαφεῖναι τὸν Σίμωνα βοηθόν, οὐδὲν οὔτε προσυνθέμενος οὔτε προσδοκήσας φαῦλον ἐξ αὐτοῦ. 5.529παρελθὼν δʼ ἐκεῖνος ὡς ἐκράτησε τῆς πόλεως, ἐχθρὸν ἐν ἴσῳ τοῖς ἄλλοις ἡγεῖτο καὶ τὸν ὑπὲρ αὐτοῦ σύμβουλον ὡς ἂν ἐξ ἁπλότητος γεγενημένον. 5.530ἀχθέντα δὲ τηνικαῦτα καὶ κατηγορούμενον τὰ τῶν Ῥωμαίων φρονεῖν κατακρίνει μὲν θανάτῳ μηδʼ ἀπολογίας ἀξιώσας σὺν τρισὶν υἱοῖς· γὰρ τέταρτος ἔφθη διαδρὰς πρὸς Τίτον· ἱκετεύοντα δὲ ἀναιρεθῆναι πρὸ τῶν τέκνων καὶ ταύτην αἰτούμενον τὴν χάριν ἀνθʼ ὧν ἀνοίξειεν αὐτῷ τὴν πόλιν, τελευταῖον ἀνελεῖν ἐκέλευσεν. 5.531 μὲν οὖν ἐν ὄψει φονευθεῖσιν ἐπεσφάγη τοῖς παισὶν ἄντικρυς Ῥωμαίων προαχθείς·

-- --

οὕτω γὰρ Σίμων Ἀνάνῳ τῷ Βαγαδάτου προσέταξεν, ὃς ἦν ὠμότατος αὐτῷ τῶν δορυφόρων, ἐπειρωνευόμενος, εἴ τι βοηθήσουσιν αὐτῷ πρὸς οὓς ἐξελθεῖν εἵλετο· θάπτειν τʼ ἀπεῖπε τὰ σώματα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.521 Joseph. BJ 5.528 (English) >>Joseph. BJ 5.534

Powered by PhiloLogic