Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.526 | Joseph. BJ 5.532 (English) | >>Joseph. BJ 5.539 |
5.530ἀχθέντα δὲ τηνικαῦτα καὶ κατηγορούμενον τὰ τῶν Ῥωμαίων φρονεῖν κατακρίνει μὲν θανάτῳ μηδʼ ἀπολογίας ἀξιώσας σὺν τρισὶν υἱοῖς · ὁ γὰρ τέταρτος ἔφθη διαδρὰς πρὸς Τίτον · ἱκετεύοντα δὲ ἀναιρεθῆναι πρὸ τῶν τέκνων καὶ ταύτην αἰτούμενον τὴν χάριν ἀνθʼ ὧν ἀνοίξειεν αὐτῷ τὴν πόλιν , τελευταῖον ἀνελεῖν ἐκέλευσεν .
5.531ὁ μὲν οὖν ἐν ὄψει φονευθεῖσιν ἐπεσφάγη τοῖς παισὶν ἄντικρυς Ῥωμαίων προαχθείς ·
-- -- μετὰ τούτους ἱερεύς τις Ἀνανίας υἱὸς Μασβάλου τῶν ἐπισήμων καὶ ὁ γραμματεὺς τῆς βουλῆς Ἀριστεύς , γένος ἐξ Ἀμμαοῦς , καὶ σὺν τούτοις πεντεκαίδεκα τῶν ἀπὸ τοῦ δήμου λαμπρῶν ἀναιροῦνται .
5.533τὸν δὲ τοῦ Ἰωσήπου πατέρα συγκλείσαντες ἐφύλαττον , κηρύττουσι δὲ μηδένα τῶν κατὰ τὴν πόλιν μήτε συνομιλεῖν μήτε ἐπὶ ταὐτὸ συναθροίζεσθαι δέει προδοσίας , καὶ τοὺς συνολοφυρομένους πρὸ ἐξετάσεως ἀνῄρουν .
5.534
συγκαλέσας τοὺς πιστοτάτους τῶν ὑπʼ αὐτὸν δέκα , “μέχρι τίνος ἀνθέξομεν , ἔφη , τοῖς κακοῖς ; ἢ τίνα σωτηρίας ἔχομεν ἐλπίδα πιστοὶ πονηρῷ μένοντες ;
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.526 | Joseph. BJ 5.532 (English) | >>Joseph. BJ 5.539 |