Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.543 Joseph. BJ 5.550 (English) >>Joseph. BJ 5.556

5.548

Τῶν δʼ αὐτομόλων οἱ μὲν ὑπʼ ἀνάγκης ἀπὸ τοῦ τείχους

-- --

ἐπήδων ταχέως, οἱ δὲ προϊόντες ὡς ἐπὶ μάχῃ μετὰ χερμάδων ἔπειτα πρὸς τοὺς Ῥωμαίους ἔφευγον. συνείπετο δὲ τούτοις τύχη τῶν εἴσω χαλεπωτέρα, καὶ τοῦ παρὰ σφίσι λιμοῦ συντονώτερον εὕρισκον πρὸς ὄλεθρον τὸν παρὰ Ῥωμαίοις κόρον. 5.549παρεγίνοντο μὲν γὰρ ἀπὸ τῆς ἐνδείας πεφυσημένοι καὶ ὥσπερ ὑδρωπιῶντες, ἔπειτα ἀθρόως κενοῖς ὑπερεμπιπλάμενοι τοῖς σώμασιν ἐρρήγνυντο πλὴν τῶν διʼ ἐμπειρίαν ταμιευσαμένων τὰς ὀρέξεις καὶ κατʼ ὀλίγον προσθέντων τροφὴν ἀπειθισμένῳ τῷ σώματι φέρειν. 5.550καὶ τοὺς οὕτω δὲ σωζομένους ἑτέρα πληγὴ μετελάμβανε· τῶν γὰρ παρὰ τοῖς Σύροις τις αὐτομόλων φωρᾶται τῶν τῆς γαστρὸς λυμάτων χρυσοῦς ἐκλέγων· καταπίνοντες δέ, ὡς ἔφαμεν, αὐτοὺς προῄεσαν, ἐπειδὴ διηρεύνων πάντας οἱ στασιασταί, καὶ πολὺ πλῆθος ἦν ἐν τῇ πόλει χρυσοῦ· δώδεκα γοῦν Ἀττικῶν ὠνοῦντο πρότερον ἰσχύοντας πέντε καὶ εἴκοσιν. 5.551ἀλλά τοι τῆς ἐπινοίας ἐλεγχθείσης διʼ ἑνὸς ἀναπίμπλαται μὲν φήμης τὰ στρατόπεδα, ὡς μεστοὶ χρυσίου παρεῖεν οἱ αὐτόμολοι, τὸ δὲ τῶν Ἀράβων πλῆθος καὶ οἱ Σύροι τοὺς ἱκέτας ἀνατέμνοντες ἠρεύνων τὰς γαστέρας. 5.552καὶ τούτου τοῦ πάθους οὐδὲν ἔμοιγε δοκεῖ συμβῆναι Ἰουδαίοις χαλεπώτερον· μιᾷ γοῦν ἀνεσχίσθησαν νυκτὶ πρὸς δισχιλίους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.543 Joseph. BJ 5.550 (English) >>Joseph. BJ 5.556

Powered by PhiloLogic