Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.133 Joseph. BJ 6.139 (English) >>Joseph. BJ 6.147

6.137τῶν μὲν δὴ πρώτων τὰς ὁρμὰς ἐξεδέχοντο Ῥωμαῖοι· περιέπιπτον δʼ οἱ μετʼ ἐκείνους τῷ σφετέρῳ τάγματι, καὶ πολλοὶ τοῖς οἰκείοις ὡς πολεμίοις ἐχρῶντο. 6.138τὴν μὲν γὰρ διὰ βοῆς ἐπίγνωσιν κραυγὴ συγχυθεῖσα παρʼ ἀμφοῖν, τὴν δὲ διʼ ὀμμάτων νὺξ ἕκαστον ἀφείλετο, καὶ τυφλώττειν ἄλλως οὓς μὲν οἱ θυμοὶ παρεσκεύαζον οὓς δʼ οἱ φόβοι· διὰ τοῦτο τὸν προστυχόντα πλήττειν ἦν ἄκριτον. 6.139Ῥωμαίους μὲν οὖν συνησπικότας καὶ κατὰ συντάξεις προπηδῶντας ἧττον ἔβλαπτεν ἄγνοια· καὶ γὰρ ἦν παρʼ ἑκάστῳ μνήμη τοῦ συνθήματος· 6.140Ἰουδαῖοι δʼ ἀεὶ σκεδαννύμενοι καὶ τάς τε προσβολὰς καὶ τὰς ὑποχωρήσεις ἀνέδην ποιούμενοι πολλάκις φαντασίαν παρεῖχον ἀλλήλοις πολεμίων· τὸν ὑποστρέφοντα γὰρ ἕκαστος οἰκεῖον διὰ

-- --

σκότους ὡς ἐπιόντα Ῥωμαῖον ἐξεδέχετο. 6.141πλείους γοῦν ὑπὸ τῶν ἰδίων τῶν πολεμίων ἐτρώθησαν, ἕως ἡμέρας γενομένης ὄψει τὸ λοιπὸν μάχη διεκρίνετο, καὶ κατὰ φάλαγγα διαστάντες τοῖς τε βέλεσιν εὐτάκτοις ἐχρῶντο καὶ ταῖς ἀμύναις. 6.142οὐδέτεροι δὲ οὔτʼ εἶκον οὔτʼ ἐκοπίων, ἀλλʼ οἱ μὲν ὡς ἐφορῶντος Καίσαρος κατʼ ἄνδρα καὶ κατὰ συντάξεις ἤριζον ἀλλήλοις, καὶ προκοπῆς ἕκαστος ἐκείνην αὐτῷ τὴν ἡμέραν ἄρξειν ὑπελάμβανεν, εἰ γενναίως ἀγωνίσαιτο· 6.143Ἰουδαίοις δʼ ἐβράβευε τὰς τόλμας τε περὶ σφῶν αὐτῶν καὶ τοῦ ἱεροῦ φόβος καὶ τύραννος ἐφεστὼς καὶ τοὺς μὲν παρακαλῶν, τοὺς δὲ μαστιγῶν καὶ διεγείρων ἀπειλαῖς.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.133 Joseph. BJ 6.139 (English) >>Joseph. BJ 6.147

Powered by PhiloLogic