Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.139 Joseph. BJ 6.146 (English) >>Joseph. BJ 6.152

6.143Ἰουδαίοις δʼ ἐβράβευε τὰς τόλμας τε περὶ σφῶν αὐτῶν καὶ τοῦ ἱεροῦ φόβος καὶ τύραννος ἐφεστὼς καὶ τοὺς μὲν παρακαλῶν, τοὺς δὲ μαστιγῶν καὶ διεγείρων ἀπειλαῖς. 6.144συνέβαινε δὲ τὸ μὲν πλεῖστον σταδιαίαν εἶναι τὴν μάχην, ἐν ὀλίγῳ δὲ καὶ ταχέως ἀντιστρέφεσθαι τὰς ῥοπάς· οὐδέτεροι γὰρ οὔτε φυγῆς οὔτε διώξεως μῆκος εἶχον. 6.145ἀεὶ δὲ πρὸς τὸ συμβαῖνον οἰκεῖος ἀπὸ τῆς Ἀντωνίας θόρυβος ἦν, θαρρεῖν δὲ καὶ κρατοῦσι τοῖς σφετέροις ἐπεβόων καὶ μένειν τρεπομένοις. 6.146ἦν δὲ ὥσπερ τι πολέμου θέατρον· οὐδὲν γὰρ οὔτε Τίτον οὔτε τοὺς περὶ αὐτὸν ἐλάνθανε τῶν κατὰ τὴν μάχην. 6.147τὸ δὲ πέρας ἀρξάμενοι τῆς νυκτὸς ἐνάτης ὥρας ὑπὲρ πέμπτην τῆς ἡμέρας διελύθησαν ἀφʼ οὗπερ ἤρξαντο τόπου τῆς συμβολῆς, μηδέτεροι βεβαίως κλίναντες τοὺς ἑτέρους, ἀλλὰ τὴν νίκην μέσην ἐν ἀγχωμάλῳ καταλιπόντες. 6.148καὶ Ῥωμαίων μὲν ἐπισήμως ἠγωνίσαντο πολλοί, Ἰουδαίων δʼ ἐκ μὲν τῶν περὶ Σίμωνα Ἰούδης τοῦ Μαρεώτου καὶ Σίμων τοῦ Ὁσαΐα, τῶν δὲ Ἰδουμαίων Ἰάκωβος καὶ

-- --

Σίμων, Ἀκατελᾶ μὲν οὗτος παῖς, Σωσᾶ δὲ Ἰάκωβος, τῶν δὲ μετὰ Ἰωάννου Γεφθέος καὶ Ἀλεξᾶς, τῶν δὲ ζηλωτῶν Σίμων υἱὸς Ἀρί. 6.149

Ἐν τούτῳ δʼ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἡμέραις ἑπτὰ καταστρεψαμένη τοὺς τῆς Ἀντωνίας θεμελίους μέχρι τοῦ ἱεροῦ πλατεῖαν ὁδὸν εὐτρεπίσαντο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.139 Joseph. BJ 6.146 (English) >>Joseph. BJ 6.152

Powered by PhiloLogic