Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.155 | Joseph. BJ 6.161 (English) | >>Joseph. BJ 6.167 |
6.159γενομένης δὲ καρτερᾶς τῆς συμβολῆς ἄλλα τε πολλὰ παρʼ ἑκατέρων γενναίως ἐπράχθη , Ῥωμαίων μὲν μετὰ τῆς ἰσχύος ἐμπειρίᾳ τοῦ πολεμεῖν χρωμένων , Ἰουδαίων δὲ ἀφειδέσι ταῖς ὁρμαῖς καὶ τοῖς θυμοῖς ἀκατασχέτοις ·
6.160ἐστρατήγει δὲ τῶν μὲν αἰδώς , τῶν δὲ ἀνάγκη · τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει , κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον , εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος ·
6.161καὶ τῶν ἀπὸ σπείρας τις ἱππέων , Πεδάνιος τοὔνομα , τρεπομένων ἤδη τῶν Ἰουδαίων καὶ κατὰ τῆς φάραγγος συνωθουμένων ῥόθιον ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων , νεανίαν στιβαρόν τε ἄλλως τὸ σῶμα καὶ καθωπλισμένον , δραξάμενος ἐκ τοῦ σφυροῦ ·
6.162τοσοῦτον μὲν ἑαυτὸν ἐκ τρέχοντος
-- -- ὁ μὲν οὖν ὥσπερ τι κειμήλιον ἁρπασάμενος ἧκε φέρων Καίσαρι τὸν αἰχμάλωτον · Τίτος δὲ τὸν μὲν λαβόντα τῆς δυνάμεως θαυμάσας , τὸν δὲ ληφθέντα τῆς περὶ τὸ τεῖχος ἐπιχειρήσεως κολάσαι κελεύσας , αὐτὸς ἐν ταῖς περὶ τὸ ἱερὸν διαμάχαις ἦν καὶ τὰ χώματα κατήπειγεν .
6.164
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.155 | Joseph. BJ 6.161 (English) | >>Joseph. BJ 6.167 |