Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.325 Joseph. BJ 6.332 (English) >>Joseph. BJ 6.340

6.329ἀπολούμενοι δὲ καὶ αὐτοὶ δικαίως, οἳ πρῶτον μὲν ἀφʼ οὗ Πομπήιος εἷλεν ὑμᾶς κατὰ κράτος οὐκ ἐπαύσασθε νεωτεροποιίας, ἔπειτα καὶ φανερὸν ἐξηνέγκατε πρὸς Ῥωμαίους πόλεμον; 6.330ἆρά γε πλήθει πεποιθότες; καὶ μὴν ἐλάχιστον ὑμῖν μέρος ἀντήρκεσεν τοῦ Ῥωμαίων στρατιωτικοῦ. πίστει τοιγαροῦν συμμάχων; καὶ τί τῶν ἔξω τῆς ἡμετέρας ἡγεμονίας ἐθνῶν ἔμελλεν αἱρήσεσθαι Ἰουδαίους πρὸ Ῥωμαίων; 6.331ἀλλʼ ἀλκῇ σωμάτων; καὶ μὴν ἴστε Γερμανοὺς δουλεύοντας ἡμῖν. ὀχυρότητι δὲ τειχῶν; καὶ τί μεῖζον ὠκεανοῦ τεῖχος κώλυμα, ὃν περιβεβλημένοι Βρεττανοὶ τὰ Ῥωμαίων ὅπλα προσκυνοῦσιν; 6.332καρτερίᾳ ψυχῆς καὶ πανουργίᾳ στρατηγῶν; ἀλλὰ μὴν ᾔδειτε καὶ Καρχηδονίους ἁλόντας. 6.333τοιγαροῦν ὑμᾶς ἐπήγειρε κατὰ Ῥωμαίων Ῥωμαίων φιλανθρωπία, οἳ πρῶτον μὲν ὑμῖν τήν τε χώραν ἔδομεν νέμεσθαι καὶ βασιλεῖς ὁμοφύλους ἐπεστήσαμεν, 6.334ἔπειτα τοὺς πατρίους νόμους ἐτηρήσαμεν, καὶ ζῆν οὐ μόνον καθʼ ἑαυτοὺς ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἐπετρέψαμεν

-- --

ὡς ἐβούλεσθε· 6.335τὸ δὲ μέγιστον, δασμολογεῖν τε ὑμῖν ἐπὶ τῷ θεῷ καὶ ἀναθήματα συλλέγειν ἐπετρέψαμεν, καὶ τοὺς ταῦτα φέροντας οὔτε ἐνουθετήσαμεν οὔτε ἐκωλύσαμεν, ἵνʼ ἡμῖν γένησθε πλουσιώτεροι καὶ παρασκευάσησθε τοῖς ἡμετέροις χρήμασιν καθʼ ἡμῶν. 6.336ἔπειτα τηλικούτων ἀγαθῶν ἀπολαύοντες ἐπὶ τοὺς παρασχόντας ἠνέγκατε τὸν κόρον καὶ δίκην τῶν ἀτιθασεύτων ἑρπετῶν τοῖς σαίνουσι τὸν ἰὸν ἐναφήκατε.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.325 Joseph. BJ 6.332 (English) >>Joseph. BJ 6.340

Powered by PhiloLogic