Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.376 Joseph. BJ 6.384 (English) >>Joseph. BJ 6.391

6.381τὸ δὲ πλῆθος τῶν Ἰδουμαίων ἀμηχανοῦν διὰ τὴν ἀφαίρεσιν τῶν ἡγεμόνων οὐκ ἀφύλακτον εἶχε καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμβανεν. 6.382οὐ μὴν ἀντέχειν οἱ φρουροὶ πρὸς τὰς αὐτομολίας ἴσχυον, ἀλλὰ καίτοι πλείστων φονευομένων πολὺ πλείους οἱ διαφεύγοντες ἦσαν. 6.383ἐδέχοντο δὲ Ῥωμαῖοι πάντας, τοῦ τε Τίτου διὰ

-- --

πρᾳότητα τῶν προτέρων ἀμελήσαντος παραγγελμάτων, καὶ αὐτοὶ κόρῳ τοῦ κτείνειν ἀπεχόμενοι καὶ κέρδους ἐλπίδι· 6.384τοὺς γὰρ δημοτικοὺς καταλιπόντες μόνους τὸν ἄλλον ὄχλον ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης τιμῆς ἕκαστον πλήθει τε τῶν πιπρασκομένων καὶ ὀλιγότητι τῶν ὠνουμένων. 6.385καίπερ δὲ προκηρύξας μηδένα μόνον αὐτομολεῖν, ὅπως καὶ τὰς γενεὰς ἐξαγάγοιεν, ὅμως καὶ τούτους ἐδέχετο· ἐπέστησε μέντοι τοὺς διακρινοῦντας ἀπʼ αὐτῶν, εἴ τις εἴη κολάσεως ἄξιος. 6.386καὶ τῶν μὲν ἀπεμποληθέντων ἄπειρον ἦν τὸ πλῆθος, οἱ δημοτικοὶ δὲ διεσώθησαν ὑπὲρ τετρακισμυρίους, οὓς διαφῆκεν Καῖσαρ φίλον ἦν ἑκάστῳ. 6.387

Ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ τῶν ἱερέων τις Θεβουθεῖ παῖς, Ἰησοῦς ὄνομα, λαβὼν περὶ σωτηρίας ὅρκους παρὰ Καίσαρος ἐφʼ παραδώσει τινὰ τῶν ἱερῶν κειμηλίων, 6.388ἔξεισι καὶ παραδίδωσιν ἀπὸ τοῦ τοίχου τοῦ ναοῦ λυχνίας δύο τῶν κατὰ τὸν ναὸν κειμένων παραπλησίας τραπέζας τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα καὶ στιβαρώτατα,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.376 Joseph. BJ 6.384 (English) >>Joseph. BJ 6.391

Powered by PhiloLogic