Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.40 Joseph. BJ 6.46 (English) >>Joseph. BJ 6.52

6.44περιμένειν δὲ τὸν λιμὸν κατʼ αὐτῶν καὶ τὴν τύχην ἀργοὺς καθεζομένους μετὰ τοιούτων ὅπλων, καὶ ταῦτα διʼ ὀλίγου τοῦ παραβόλου τὸ πᾶν κατορθῶσαι δυναμένους; 6.45ἀναβάντες γοῦν ἐπὶ τὴν Ἀντωνίαν ἔχομεν τὴν πόλιν· καὶ γὰρ ἂν γίνηταί τις ἔτι πρὸς τοὺς ἔνδον, ὅπερ οὐκ οἶμαι, μάχη,

-- --

τό γε κατὰ κορυφὴν εἶναι καὶ ταῖς ἀναπνοαῖς ἐπικαθῆσθαι τῶν πολεμίων ταχέως τὴν ὁλοσχερῆ νίκην ἐγγυᾶται. 6.46καὶ ἔγωγε τὸ μὲν ὑμνεῖν ἄρτι τὴν ἐν πολέμῳ τελευτὴν καὶ τὴν ἐπὶ τοῖς ἀρειμανίοις πεσοῦσιν ἀθανασίαν παραλιπὼν ἐπαρασαίμην ἂν τοῖς ἄλλως ἔχουσι τὸν κατʼ εἰρήνην ἐκ νόσου θάνατον, οἷς μετὰ τοῦ σώματος καὶ ψυχὴ τάφῳ κατακρίνεται. 6.47τίς γὰρ οὐκ οἶδε τῶν ἀγαθῶν ἀνδρῶν ὅτι τὰς μὲν ἐν παρατάξει ψυχὰς σιδήρῳ τῶν σαρκῶν ἀπολυθείσας τὸ καθαρώτατον στοιχεῖον αἰθὴρ ξενοδοχῶν ἄστροις ἐγκαθιδρύει, δαίμονες δʼ ἀγαθοὶ καὶ ἥρωες εὐμενεῖς ἰδίοις ἐγγόνοις ἐμφανίζονται, τὰς δὲ ἐν νοσοῦσι τοῖς σώμασι συντακείσας, 6.48κἂν τὰ μάλιστα κηλίδων μιασμάτων ὦσι καθαραί, νὺξ ὑπόγειος ἀφανίζει καὶ λήθη βαθεῖα δέχεται, λαμβανούσας ἅμα τοῦ τε βίου καὶ τῶν σωμάτων ἔτι δὲ τῆς μνήμης περιγραφήν; 6.49εἰ δὲ κέκλωσται μὲν ἀνθρώποις ἀναγκαία τελευτή, κουφότερον δὲ εἰς αὐτὴν νόσου πάσης σίδηρος ὑπηρέτης, πῶς οὐκ ἀγεννὲς μὴ διδόναι ταῖς χρείαις τῷ χρεὼν ἀποδώσομεν;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.40 Joseph. BJ 6.46 (English) >>Joseph. BJ 6.52

Powered by PhiloLogic