Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.51 Joseph. BJ 6.58 (English) >>Joseph. BJ 6.65

6.55καίτοι προϊδὼν ἄν τις αὐτὸν ἀπό γε τῆς σωματικῆς ἕξεως οὐδʼ εἰκαῖον εἶναι στρατιώτην ἔδοξε· μέλας μὲν γὰρ ἦν τὴν χροίαν, ἰσχνός, τὴν σάρκα πεπιλημένος, ἀλλʼ ἐνῴκει τις ἡρωικὴ ψυχὴ λεπτῷ σώματι καὶ πολὺ τῆς ἰδίας ἀλκῆς στενοτέρῳ. 6.56πρῶτος γοῦν ἀναστάςἐπιδίδωμί σοι, Καῖσαρ, ἔφη, προθύμως ἐμαυτόν. 6.57πρῶτος ἀναβαίνω τὸ τεῖχος. καὶ εὔχομαι μέν μου τῇ τε ἰσχύι καὶ τῇ γνώμῃ τὴν σὴν ἀκολουθῆσαι τύχην, εἰ δὲ νεμεσηθείην τῆς ἐπιβολῆς, ἴσθι μή με πταίσαντα παρʼ ἐλπίδας, ἀλλʼ ὑπὲρ σοῦ 6.58κρίσει τὸν θάνατον ᾑρημένον.” ταῦτα εἰπὼν καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ τὸν θυρεὸν ὑπὲρ τῆς κεφαλῆς ἀνατείνας, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπασάμενος ἐχώρει πρὸς τὸ τεῖχος περὶ ὥραν μάλιστα τῆς ἡμέρας ἕκτην. 6.59εἵποντο δʼ αὐτῷ καὶ τῶν ἄλλων ἕνδεκα μόνοι ζηλωταὶ τῆς ἀνδρείας γενόμενοι· προῆγε δὲ πολὺ πάντων ἀνὴρ ὁρμῇ τινι δαιμονίῳ χρώμενος. 6.60οἱ φρουροὶ δὲ ἀπὸ τοῦ τείχους κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσι πάντοθεν ἀπείροις ἔβαλλον καὶ πέτρας ἐξαισίους κατεκύλιον, 6.61αἳ ἐκ τῶν μὲν ἕνδεκα παρέσυραν ἐνίους, δὲ Σαβῖνος ἀπαντῶν τοῖς ἀφιεμένοις καὶ καταχωννύμενος ὑπὸ τῶν βελῶν οὐ πρότερον ἐπέσχε τὴν ὁρμὴν γενέσθαι τε ἐπʼ ἄκρῳ καὶ τρέψασθαι

-- --

τοὺς πολεμίους·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.51 Joseph. BJ 6.58 (English) >>Joseph. BJ 6.65

Powered by PhiloLogic