Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.79 Joseph. BJ 6.86 (English) >>Joseph. BJ 6.92

6.83 δὲ διὰ μέσων τῶν σκεδαννυμένων ἄλλοτε ἄλλῃ διᾴττων ἐφόνευε τοὺς καταλαμβανομένους, καὶ τῆς ὄψεως ἐκείνης οὐδὲν οὔτε τῷ Καίσαρι θαυμασιώτερον οὔτε τοῖς ἄλλοις παρέστη φρικωδέστερον. 6.84ἐδιώκετο δὲ ἄρα καὶ αὐτὸς ὑπὸ τῆς εἱμαρμένης, ἣν ἀμήχανον διαφυγεῖν θνητὸν ὄντα. 6.85τὰ γὰρ ὑποδήματα πεπαρμένα πυκνοῖς καὶ ὀξέσιν ἥλοις ἔχων, ὥσπερ τῶν ἄλλων στρατιωτῶν ἕκαστος, καὶ κατὰ λιθοστρώτου τρέχων ὑπολισθάνει, πεσὼν δὲ ὕπτιος μετὰ μεγίστου τῆς πανοπλίας ἤχου τοὺς

-- --

φεύγοντας ἐπιστρέφει. 6.86καὶ τῶν μὲν ἀπὸ τῆς Ἀντωνίας Ῥωμαίων ἤρθη βοὴ περὶ τἀνδρὶ δεισάντων, οἱ δὲ Ἰουδαῖοι περιστάντες αὐτὸν ἀθρόοι τοῖς τε ξυστοῖς καὶ ταῖς ῥομφαίαις πάντοθεν ἔπαιον. 6.87 δὲ πολὺν μὲν τῷ θυρεῷ σίδηρον ἐξεδέχετο, πολλάκις δὲ ἀναστῆναι πειράσας ὑπὸ τοῦ πλήθους τῶν τυπτόντων ἀνετράπη, καὶ κείμενος δʼ ὅμως ἔνυττε τῷ ξίφει πολλούς· 6.88οὐδὲ γὰρ ἀνῃρέθη ταχέως τῷ τε κράνει καὶ τῷ θώρακι πεφραγμένος πάντα τὰ καίρια πρὸς σφαγὴν καὶ τὸν αὐχένα συνέλκων· μέχρι κοπτομένων αὐτῷ τῶν ἄλλων μελῶν καὶ μηδενὸς προσαμῦναι τολμῶντος ἐνέδωκε. 6.89δεινὸν δὲ πάθος εἰσῄει Καίσαρα ἀνδρὸς οὕτως ἐναρέτου καὶ ἐν ὄψει τοσούτων φονευομένου· καὶ αὐτὸν μὲν τόπος διέκλειε βοηθεῖν θέλοντα, τοὺς δυναμένους δὲ κατάπληξις.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.79 Joseph. BJ 6.86 (English) >>Joseph. BJ 6.92

Powered by PhiloLogic