Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.87 Joseph. BJ 6.93 (English) >>Joseph. BJ 6.99

6.91Ἰουδαῖοι δὲ καὶ τὸν νεκρὸν ἁρπασάμενοι πάλιν τοὺς Ῥωμαίους τρέπονται καὶ κατακλείουσιν εἰς τὴν Ἀντωνίαν. 6.92ἠγωνίσαντο δὲ ἐξ αὐτῶν ἐπισήμως κατὰ ταύτην τὴν μάχην Ἀλεξᾶς μέν τις καὶ Γυφθέος τοῦ Ἰωάννου τάγματος, ἐκ δὲ τῶν περὶ Σίμωνα Μαλαχίας τε καὶ τοῦ Μέρτωνος Ἰούδας, καὶ Σωσᾶ υἱὸς Ἰάκωβος τῶν Ἰδουμαίων ἡγεμών, τῶν δὲ ζηλωτῶν ἀδελφοὶ δύο, παῖδες Ἀρί, Σίμων τε καὶ Ἰούδης.

-- --

6.93

Τίτος δὲ τοῖς μὲν σὺν αὐτῷ στρατιώταις κατασκάπτειν προσέταξε τοὺς θεμελίους τῆς Ἀντωνίας καὶ τῇ δυνάμει πάσῃ ῥᾳδίαν τὴν ἄνοδον εὐτρεπίζειν, 6.94αὐτὸς δὲ τὸν Ἰώσηπον παραστησάμενος· ἐπέπυστο γὰρ ἐπʼ ἐκείνης τῆς ἡμέρας, Πανέμου δʼ ἦν ἑπτακαιδεκάτη, τὸν ἐνδελεχισμὸν καλούμενον ἀνδρῶν ἀπορίᾳ διαλελοιπέναι τῷ θεῷ καὶ τὸν δῆμον ἐπὶ τούτῳ δεινῶς ἀθυμεῖν· 6.95λέγειν τῷ Ἰωάννῃ πάλιν ἐκέλευσεν καὶ πρότερον, ὡς εἰ καί τις αὐτὸν ἔρως κακὸς ἔχοι τοῦ μάχεσθαι, προελθόντι μεθʼ ὅσων βούλεται πολεμεῖν ἐξείη δίχα τοῦ συναπολέσθαι τήν τε πόλιν καὶ τὸν ναὸν αὐτῷ, μηκέτι μέντοι μιαίνειν τὸ ἅγιον μηδὲ εἰς τὸν θεὸν πλημμελεῖν, παρεῖναι δʼ αὐτῷ τὰς ἐπιλελοιπυίας θυσίας ἐκτελεῖν διʼ ὧν ἂν ἐπιλέξηται Ἰουδαίων. 6.96καὶ Ἰώσηπος, ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ, τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.87 Joseph. BJ 6.93 (English) >>Joseph. BJ 6.99

Powered by PhiloLogic