Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.88 | Joseph. BJ 6.94 (English) | >>Joseph. BJ 6.100 |
6.92ἠγωνίσαντο δὲ ἐξ αὐτῶν ἐπισήμως κατὰ ταύτην τὴν μάχην Ἀλεξᾶς μέν τις καὶ Γυφθέος τοῦ Ἰωάννου τάγματος , ἐκ δὲ τῶν περὶ Σίμωνα Μαλαχίας τε καὶ ὁ τοῦ Μέρτωνος Ἰούδας , καὶ Σωσᾶ υἱὸς Ἰάκωβος τῶν Ἰδουμαίων ἡγεμών , τῶν δὲ ζηλωτῶν ἀδελφοὶ δύο , παῖδες Ἀρί , Σίμων τε καὶ Ἰούδης .
-- -- αὐτὸς δὲ τὸν Ἰώσηπον παραστησάμενος · ἐπέπυστο γὰρ ἐπʼ ἐκείνης τῆς ἡμέρας , Πανέμου δʼ ἦν ἑπτακαιδεκάτη , τὸν ἐνδελεχισμὸν καλούμενον ἀνδρῶν ἀπορίᾳ διαλελοιπέναι τῷ θεῷ καὶ τὸν δῆμον ἐπὶ τούτῳ δεινῶς ἀθυμεῖν ·
6.95λέγειν τῷ Ἰωάννῃ πάλιν ἐκέλευσεν ἃ καὶ πρότερον , ὡς εἰ καί τις αὐτὸν ἔρως κακὸς ἔχοι τοῦ μάχεσθαι , προελθόντι μεθʼ ὅσων βούλεται πολεμεῖν ἐξείη δίχα τοῦ συναπολέσθαι τήν τε πόλιν καὶ τὸν ναὸν αὐτῷ , μηκέτι μέντοι μιαίνειν τὸ ἅγιον μηδὲ εἰς τὸν θεὸν πλημμελεῖν , παρεῖναι δʼ αὐτῷ τὰς ἐπιλελοιπυίας θυσίας ἐκτελεῖν διʼ ὧν ἂν ἐπιλέξηται Ἰουδαίων .
6.96καὶ ὁ Ἰώσηπος , ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ , τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων ,
6.97καὶ πολλὰ προσηντιβόλει φείσασθαι τῆς πατρίδος καὶ διασκεδάσαι τοῦ ναοῦ γευόμενον ἤδη τὸ πῦρ , τούς τʼ ἐναγισμοὺς ἀποδοῦναι τῷ θεῷ .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 6.88 | Joseph. BJ 6.94 (English) | >>Joseph. BJ 6.100 |