Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.95 Joseph. BJ 7.103 (English) >>Joseph. BJ 7.111

7.100

δὲ τῶν Ἀντιοχέων δῆμος ἐπεὶ πλησίον ὄντα Τίτον ἐπυνθάνοντο, μένειν μὲν ἐντὸς τειχῶν ὑπὸ χαρᾶς οὐχ ὑπέμενον, ἔσπευδον δὲ ἐπὶ τὴν ὑπάντησιν· 7.101καὶ τριάκοντα σταδίων ἐπὶ πλέον προῆλθον οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναικῶν πλῆθος ἅμα παισὶ τῆς πόλεως ἐκχεόμενοι. 7.102κἀπειδήπερ ἐθεάσαντο προσιόντα, παρὰ τὴν ὁδὸν ἑκατέρωθεν καταστάντες τάς τε δεξιὰς προύτεινον προσαγορεύοντες καὶ παντοίοις ἐπιφημίσμασι χρώμενοι συνυπέστρεφον· 7.103συνεχὴς δὲ ἦν αὐτῶν παρὰ πάσας ἅμα τὰς εὐφημίας δέησις ἐκβαλεῖν τῆς πόλεως τοὺς Ἰουδαίους. 7.104Τίτος μὲν οὖν οὐδὲν ἐνέδωκεν πρὸς ταύτην τὴν δέησιν, ἀλλʼ ἡσυχῆ τῶν λεγομένων ἐπήκουεν· ἐπʼ ἀδήλῳ δὲ τῷ τί φρονεῖ καὶ τί ποιήσει πολὺς καὶ χαλεπὸς τοῖς Ἰουδαίοις φόβος ἦν· 7.105οὐδὲ γὰρ ὑπέμεινεν ἐν Ἀντιοχείᾳ Τίτος, ἀλλʼ εὐθὺς ἐπὶ τὸ Ζεῦγμα τὸ κατὰ τὸν Εὐφράτην συνέτεινε τὴν πορείαν, ἔνθα δὴ καὶ παρὰ τοῦ Πάρθων βασιλέως Βολογέσου πρὸς αὐτὸν ἧκον στέφανον χρυσοῦν ἐπὶ τῇ κατὰ τῶν Ἰουδαίων νίκῃ κομίζοντες. 7.106ὃν δεξάμενος εἱστία τοὺς βασιλικούς, κἀκεῖθεν εἰς τὴν Ἀντιόχειαν ἐπανέρχεται. 7.107τῆς δὲ βουλῆς καὶ τοῦ δήμου τῶν Ἀντιοχέων πολλὰς ποιησαμένων δεήσεις ἐλθεῖν εἰς τὸ θέατρον αὐτόν, ἐν πᾶν τὸ πλῆθος ἠθροισμένον ἐξεδέχετο, φιλανθρώπως ὑπήκουσε.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.95 Joseph. BJ 7.103 (English) >>Joseph. BJ 7.111

Powered by PhiloLogic