Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.103 | Joseph. BJ 7.111 (English) | >>Joseph. BJ 7.118 |
7.108πάλιν δʼ αὐτῶν σφόδρα λιπαρῶς ἐγκειμένων καὶ συνεχῶς δεομένων ἐξελάσαι τῆς πόλεως τοὺς Ἰουδαίους , εὔστοχον ἐποιήσατο τὴν ἀπόκρισιν ,
7.109εἰπών “ἀλλʼ ἥ γε πατρὶς αὐτῶν , εἰς ἣν ἐκβαλεῖν ἐχρῆν ὄντας Ἰουδαίους , ἀνῄρηται , καὶ δέξαιτʼ ἂν οὐδεὶς αὐτοὺς ἔτι τόπος .”
7.110ἐπὶ δευτέραν οὖν Ἀντιοχεῖς τρέπονται δέησιν τῆς προτέρας ἀποστάντες · τὰς γὰρ χαλκᾶς ἠξίουν δέλτους ἀνελεῖν αὐτόν , ἐν αἷς γέγραπται τὰ δικαιώματα τῶν Ἰουδαίων .
7.111οὐ μὴν οὐδὲ τοῦτο Τίτος ἐπένευσεν αὐτοῖς , ἀλλʼ ἐάσας πάντα κατὰ χώραν τοῖς ἐπʼ Ἀντιοχείας Ἰουδαίοις ὡς πρότερον εἶχον εἰς Αἴγυπτον ἀπηλλάττετο .
7.112καὶ κατὰ τὴν πορείαν τοῖς Ἱεροσολύμοις προσελθὼν καὶ τὴν λυπρὰν ἐρημίαν βλεπομένην ἀντιτιθεὶς τῇ ποτε τῆς πόλεως λαμπρότητι , καὶ τὸ μέγεθος τῶν ἐρρηγμένων κατασκευασμάτων καὶ τὸ πάλαι
-- -- οὐχ ὥσπερ ἄν τις αὐχῶν ὅτι τηλικαύτην οὖσαν καὶ τοσαύτην εἷλε κατὰ κράτος , ἀλλὰ πολλάκις ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως ὑπάρξασι καὶ ταύτην ἐπὶ τῇ πόλει τὴν τιμωρίαν γενέσθαι παρασκευάσασιν · οὕτως ἔκδηλος ἦν οὐκ ἂν θελήσας ἐκ τῆς συμφορᾶς τῶν κολασθέντων γενέσθαι τῆς ἀρετῆς τὴν ἐπιφάνειαν .
7.114τοῦ δὲ πολλοῦ πλούτου τῆς πόλεως ἔτι κἀν τοῖς ἐρειπίοις οὐκ ὀλίγον μέρος ἀνηυρίσκετο ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.103 | Joseph. BJ 7.111 (English) | >>Joseph. BJ 7.118 |