Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.132 Joseph. BJ 7.138 (English) >>Joseph. BJ 7.147

7.136ἐφέρετο δὲ καὶ θεῶν ἀγάλματα τῶν παρʼ αὐτοῖς μεγέθεσι θαυμαστὰ καὶ κατὰ τὴν τέχνην οὐ παρέργως πεποιημένα, καὶ τούτων οὐδέν, τι μὴ τῆς ὕλης τῆς πολυτελοῦς, ζῴων τε πολλαὶ φύσεις παρήγοντο κόσμον οἰκεῖον ἁπάντων περικειμένων. 7.137ἦν δὲ καὶ τὸ κομίζον ἕκαστα τούτων πλῆθος ἀνθρώπων ἁλουργαῖς ἐσθῆσι καὶ διαχρύσοις κεκοσμημένον, οἵ τʼ εἰς αὐτὸ τὸ πομπεύειν διακριθέντες ἐξαίρετον εἶχον καὶ καταπληκτικὴν περὶ αὐτοὺς τοῦ κόσμου τὴν πολυτέλειαν. 7.138ἐπὶ τούτοις οὐδὲ τὸν αἰχμάλωτον ἦν ἰδεῖν ὄχλον ἀκόσμητον, ἀλλʼ τῶν ἐσθήτων ποικιλία καὶ τὸ κάλλος αὐτοῖς τὴν ἀπὸ τῆς κακώσεως τῶν σωμάτων ἀηδίαν ἔκλεπτε τῆς ὄψεως. 7.139θαῦμα δʼ ἐν τοῖς μάλιστα παρεῖχεν τῶν φερομένων πηγμάτων κατασκευή· καὶ γὰρ διὰ μέγεθος ἦν δεῖσαι τῷ βεβαίῳ τῆς φορᾶς ἀπιστήσαντα, 7.140τριώροφα γὰρ αὐτῶν πολλὰ καὶ τετρώροφα πεποίητο, καὶ τῇ πολυτελείᾳ τῇ περὶ τὴν κατασκευὴν ἦν ἡσθῆναι μετʼ ἐκπλήξεως. 7.141καὶ γὰρ ὑφάσματα πολλοῖς διάχρυσα περιβέβλητο, καὶ χρυσὸς καὶ ἐλέφας οὐκ ἀποίητος πᾶσι περιεπεπήγει. 7.142διὰ πολλῶν δὲ μιμημάτων πόλεμος ἄλλος εἰς ἄλλα μεμερισμένος ἐναργεστάτην ὄψιν αὑτοῦ παρεῖχεν· 7.143ἦν γὰρ ὁρᾶν χώραν μὲν εὐδαίμονα δῃουμένην, ὅλας δὲ φάλαγγας κτεινομένας πολεμίων, καὶ τοὺς μὲν φεύγοντας τοὺς δʼ εἰς αἰχμαλωσίαν ἀγομένους, τείχη δʼ ὑπερβάλλοντα μεγέθει μηχαναῖς ἐρειπόμενα καὶ φρουρίων ἁλισκομένας ὀχυρότητας καὶ πόλεων πολυανθρώπους περιβόλους κατʼ ἄκρας ἐχομένους,


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.132 Joseph. BJ 7.138 (English) >>Joseph. BJ 7.147

Powered by PhiloLogic