Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.154 Joseph. BJ 7.162 (English) >>Joseph. BJ 7.170

7.159τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς ἔργοις αὐτὸ κατεκόσμησεν· 7.160πάντα γὰρ εἰς ἐκεῖνον τὸν νεὼ συνήχθη καὶ κατετέθη, διʼ ὧν τὴν θέαν ἄνθρωποι πρότερον περὶ πᾶσαν ἐπλανῶντο τὴν οἰκουμένην, ἕως ἄλλο παρʼ ἄλλοις ἦν κείμενον

-- --

ἰδεῖν ποθοῦντες. 7.161ἀνέθηκε δὲ ἐνταῦθα καὶ τὰ ἐκ τοῦ ἱεροῦ τῶν Ἰουδαίων χρυσᾶ κατασκευάσματα σεμνυνόμενος ἐπʼ αὐτοῖς. 7.162τὸν δὲ νόμον αὐτῶν καὶ τὰ πορφυρᾶ τοῦ σηκοῦ καταπετάσματα προσέταξεν ἐν τοῖς βασιλείοις ἀποθεμένους φυλάττειν. 7.163

Εἰς δὲ τὴν Ἰουδαίαν πρεσβευτὴς Λουκίλιος Βάσσος ἐκπεμφθεὶς καὶ τὴν στρατιὰν παρὰ Κερεαλίου Οὐετιλιανοῦ παραλαβὼν τὸ μὲν ἐν τῷ Ἡρωδείῳ φρούριον προσηγάγετο μετὰ τῶν ἐχόντων, 7.164μετὰ ταῦτα δὲ πᾶν ὅσον ἦν στρατιωτικὸν συναγαγών, πολὺ δʼ ἦν κατὰ μέρη διῃρημένον, καὶ τῶν ταγμάτων τὸ δέκατον, ἔγνω στρατεύειν ἐπὶ Μαχαιροῦντα· πάνυ γὰρ ἦν ἀναγκαῖον ἐξαιρεθῆναι τὸ φρούριον, μὴ διὰ τὴν ὀχυρότητα πολλοὺς εἰς ἀποστασίαν ἐπαγάγηται. 7.165καὶ γὰρ τοῖς κατέχουσι βεβαίαν ἐλπίδα σωτηρίας καὶ τοῖς ἐπιοῦσιν ὄκνον καὶ δέος τοῦ χωρίου φύσις ἦν παρασχεῖν ἱκανωτάτη. 7.166αὐτὸ μὲν γὰρ τὸ τετειχισμένον πετρώδης ὄχθος ἐστὶν εἰς μήκιστον ὕψος ἐγηγερμένος, ὡς εἶναι καὶ διὰ τοῦτο δυσχείρωτος, μεμηχάνηται δʼ ὑπὸ τῆς φύσεως εἶναι μηδὲ προσιτός·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.154 Joseph. BJ 7.162 (English) >>Joseph. BJ 7.170

Powered by PhiloLogic