Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.237 Joseph. BJ 7.244 (English) >>Joseph. BJ 7.251

7.241ταῦτα τοῖς περὶ τὸν Ἐπιφανῆ πυθομένοις, πρότερον σφόδρα περὶ τοῦ πατρὸς δεδιόσιν ἀνείθησαν αἱ ψυχαὶ μεγάλης καὶ δυσδιαθέτου φροντίδος. 7.242ἐλπὶς δὲ καὶ αὐτοῖς τῶν παρὰ Καίσαρος διαλλαγῶν ἐγένετο Βολογέσου περὶ αὐτῶν ἐπιστείλαντος· οὐδὲ γὰρ εὐδαιμονοῦντες ὑπέμενον ἔξω τῆς Ῥωμαίων ζῆν ἡγεμονίας. 7.243δόντος δὲ Καίσαρος ἡμέρως αὐτοῖς τὴν ἄδειαν εἰς Ῥώμην παρεγένοντο, τοῦ τε πατρὸς ὡς αὐτοὺς ἐκ τῆς Λακεδαίμονος εὐθὺς ἐλθόντος πάσης ἀξιούμενοι τιμῆς κατέμενον ἐνταῦθα.

-- --

7.244

Τὸ δὲ τῶν Ἀλανῶν ἔθνος ὅτι μέν εἰσι Σκύθαι περὶ τὸν Τάναϊν καὶ τὴν Μαιῶτιν λίμνην κατοικοῦντες, πρότερόν που δεδηλώκαμεν, 7.245κατὰ τούτους δὲ τοὺς χρόνους διανοηθέντες εἰς τὴν Μηδίαν καὶ προσωτέρω ταύτης ἔτι καθʼ ἁρπαγὴν ἐμβαλεῖν τῷ βασιλεῖ τῶν Ὑρκανῶν διαλέγονται· τῆς παρόδου γὰρ οὗτος δεσπότης ἐστίν, ἣν βασιλεὺς Ἀλέξανδρος πύλαις σιδηραῖς κλειστὴν ἐποίησε. 7.246κἀκείνου τὴν εἴσοδον αὐτοῖς παρασχόντος ἀθρόοι καὶ μηδὲν προϋποπτεύσασι τοῖς Μήδοις ἐπιπεσόντες χώραν πολυάνθρωπον καὶ παντοίων ἀνάμεστον βοσκημάτων διήρπαζον μηδενὸς αὐτοῖς τολμῶντος ἀνθίστασθαι. 7.247καὶ γὰρ βασιλεύων τῆς χώρας Πάκορος ὑπὸ δέους εἰς τὰς δυσχωρίας ἀναφεύγων τῶν μὲν ἄλλων ἁπάντων παρακεχωρήκει, μόλις δὲ παρʼ αὐτῶν ἐρρύσατο τήν τε γυναῖκα καὶ τὰς παλλακὰς αἰχμαλώτους γενομένας ἑκατὸν δοὺς τάλαντα.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.237 Joseph. BJ 7.244 (English) >>Joseph. BJ 7.251

Powered by PhiloLogic