Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.258 Joseph. BJ 7.264 (English) >>Joseph. BJ 7.271

7.262πρῶτον οὖν οἱ σικάριοι τῆς παρανομίας καὶ τῆς πρὸς τοὺς συγγενεῖς ἤρξαντο ὠμότητος, μήτε λόγον ἄρρητον εἰς ὕβριν μήτʼ ἔργον ἀπείρατον εἰς ὄλεθρον τῶν ἐπιβουλευθέντων παραλιπόντες. 7.263ἀλλὰ καὶ τούτους Ἰωάννης ἀπέδειξεν αὐτοῦ μετριωτέρους· οὐ γὰρ μόνον ἀνῄρει πάντας ὅσοι τὰ δίκαια καὶ συμφέροντα συνεβούλευον, καθάπερ ἐχθίστοις μάλιστα δὴ τῶν πολιτῶν τοῖς τοιούτοις προσφερόμενος, ἀλλὰ καὶ κοινῇ τὴν πατρίδα μυρίων ἐνέπλησε κακῶν, οἷα πράξειν ἔμελλεν ἄνθρωπος ἤδη καὶ τὸν θεὸν ἀσεβεῖν τετολμηκώς· 7.264τράπεζάν τε γὰρ ἄθεσμον παρετίθετο καὶ τὴν νενομισμένην καὶ πάτριον ἐξεδιῄτησεν ἁγνείαν, ἵνʼ μηκέτι θαυμαστόν, εἰ τὴν πρὸς ἀνθρώπους ἡμερότητα καὶ κοινωνίαν οὐκ ἐτήρησεν τῆς πρὸς θεὸν εὐσεβείας οὕτω καταμανείς. 7.265πάλιν τοίνυν Γιώρα Σίμων τί κακὸν οὐκ ἔδρασεν; ποίας ὕβρεως ἐλευθέρων ἀπέσχοντο σωμάτων οἳ τοῦτον ἀνέδειξαν τύραννον; 7.266ποία δὲ αὐτοὺς φιλία, ποία δὲ συγγένεια πρὸς τοὺς ἐφʼ ἑκάστης ἡμέρας φόνους οὐχὶ θρασυτέρους ἐποίησε; τὸ μὲν γὰρ τοὺς ἀλλοτρίους κακῶς ποιεῖν ἀγεννοῦς ἔργον πονηρίας εἶναι ὑπελάμβανον, λαμπρὰν δὲ φέρειν ἐπίδειξιν ἡγοῦντο τὴν ἐν τοῖς οἰκειοτάτοις ὠμότητα. 7.267παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος τι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν,


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.258 Joseph. BJ 7.264 (English) >>Joseph. BJ 7.271

Powered by PhiloLogic