Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.263 Joseph. BJ 7.270 (English) >>Joseph. BJ 7.278

7.267παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος τι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν, 7.268καὶ τὴν τελεωτάτην εἰσήγαγον διὰ πάντων ἀνομίαν, ἐν τὸ τῶν ζηλωτῶν κληθέντων γένος ἤκμασεν, οἳ τὴν προσηγορίαν τοῖς ἔργοις ἐπηλήθευσαν· 7.269πᾶν γὰρ κακίας ἔργον ἐξεμιμήσαντο, μηδʼ εἴ τι πρότερον προϋπάρχον μνήμη παραδέδωκεν αὐτοὶ παραλιπόντες ἀζήλωτον. 7.270καίτοι τὴν προσηγορίαν αὑτοῖς ἀπὸ τῶν ἐπʼ ἀγαθῷ ζηλουμένων ἐπέθεσαν, κατειρωνευόμενοι τῶν ἀδικουμένων διὰ τὴν αὐτῶν θηριώδη φύσιν τὰ μέγιστα τῶν κακῶν ἀγαθὰ νομίζοντες. 7.271τοιγαροῦν προσῆκον ἕκαστοι τὸ τέλος εὕροντο τοῦ θεοῦ τὴν ἀξίαν ἐπὶ πᾶσιν αὐτοῖς τιμωρίαν βραβεύσαντος· 7.272ὅσας γὰρ ἀνθρώπου δύναται φύσις κολάσεις ὑπομεῖναι, πᾶσαι κατέσκηψαν εἰς αὐτοὺς μέχρι καὶ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, ἣν ὑπέμειναν ἐν πολυτρόποις αἰκίαις ἀποθανόντες. 7.273οὐ μὴν ἀλλὰ φαίη τις ἂν αὐτοὺς ἐλάττω παθεῖν ὧν ἔδρασαν· τὸ γὰρ δικαίως ἐπʼ αὐτῶν οὐ προσῆν. 7.274τοὺς δὲ ταῖς ἐκείνων ὠμότησι περιπεσόντας οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ κατὰ τὴν ἀξίαν ὀδύρεσθαι· πάλιν οὖν ἐπάνειμι πρὸς τὸ καταλειπόμενον μέρος τῆς διηγήσεως.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.263 Joseph. BJ 7.270 (English) >>Joseph. BJ 7.278

Powered by PhiloLogic