Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.270 Joseph. BJ 7.278 (English) >>Joseph. BJ 7.284

7.275

Ἐπὶ γὰρ τὸν Ἐλεάζαρον καὶ τοὺς κατέχοντας σὺν αὐτῷ τὴν

-- --

Μασάδαν σικαρίους τῶν Ῥωμαίων στρατηγὸς ἧκε τὰς δυνάμεις ἄγων, καὶ τῆς μὲν χώρας ἁπάσης εὐθὺς ἐκράτει φρουρὰς ἐν τοῖς ἐπικαιροτάτοις αὐτῆς μέρεσιν ἐγκαταστήσας, 7.276τεῖχος δὲ περιέβαλε κύκλῳ περὶ πᾶν τὸ φρούριον, ὅπως μηδενὶ τῶν πολιορκουμένων ῥᾴδιον διαφυγεῖν, καὶ διανέμει τοὺς φυλάξοντας. 7.277αὐτὸς δὲ καταστρατοπεδεύει τόπον ὡς μὲν πρὸς τὴν πολιορκίαν ἐπιτηδειότατον ἐκλαβών, καθʼ ὃν αἱ τοῦ φρουρίου πέτραι τῷ πλησίον ὄρει συνήγγιζον, ἄλλως δὲ πρὸς ἀφθονίαν τῶν ἐπιτηδείων δύσκολον· 7.278οὐ γὰρ τροφὴ μόνον πόρρωθεν ἐκομίζετο καὶ σὺν μεγάλῃ ταλαιπωρίᾳ τῶν ἐπὶ τοῦτο τεταγμένων Ἰουδαίων, ἀλλὰ καὶ τὸ ποτὸν ἦν ἀγώγιμον εἰς τὸ στρατόπεδον τοῦ τόπου μηδεμίαν ἐγγὺς πηγὴν ἀναδιδόντος. 7.279ταῦτʼ οὖν προοικονομησάμενος Σίλβας ἐπὶ τὴν πολιορκίαν ἐτράπετο πολλῆς ἐπιτεχνήσεως καὶ ταλαιπωρίας δεομένην διὰ τὴν ὀχυρότητα τοῦ φρουρίου τοιοῦδε τὴν φύσιν ὑπάρχοντος· 7.280

Πέτραν οὐκ ὀλίγην τῇ περιόδῳ καὶ μῆκος ὑψηλὴν πανταχόθεν περιερρώγασι βαθεῖαι φάραγγες κάτωθεν ἐξ ἀοράτου τέρματος κρημνώδεις καὶ πάσῃ βάσει ζῴων ἀπρόσιτοι, πλὴν ὅσον κατὰ δύο τόπους τῆς πέτρας εἰς ἄνοδον οὐκ εὐμαρῆ παρεικούσης. 7.281ἔστι δὲ τῶν ὁδῶν μὲν ἀπὸ τῆς Ἀσφαλτίτιδος λίμνης πρὸς ἥλιον ἀνίσχοντα, καὶ πάλιν ἀπὸ τῆς δύσεως ῥᾷον πορευθῆναι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.270 Joseph. BJ 7.278 (English) >>Joseph. BJ 7.284

Powered by PhiloLogic