Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.310 | Joseph. BJ 7.317 (English) | >>Joseph. BJ 7.324 |
7.314ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίᾳ τὸ ἔργον παραπλήσιον , τῶν μηχανημάτων δʼ αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον .
7.315τοῦτο συνιδὼν ὁ Σίλβας πυρὶ μᾶλλον αἱρήσειν
-- -- τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῇ χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν .
7.317ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς Ῥωμαίοις φοβερὸς ἦν · ἄνωθεν γὰρ ἀποστρέφων ἐπʼ ἐκείνους ἤλαυνε τὴν φλόγα , καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν ·
7.318ἔπειτα δʼ αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῷ τείχει φέρων αὐτὴν προσέβαλε , καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο .
7.319Ῥωμαῖοι μὲν οὖν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθʼ ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο , μή τινες αὐτῶν λάθωσιν ἀποδράντες .
7.320
ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον , ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδʼ ἀλκῆς ἐπινοῶν , ἃ δὲ ἔμελλον Ῥωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας αὐτῶν , εἰ κρατήσειαν , ὑπʼ ὀφθαλμοὺς αὑτῷ τιθέμενος , θάνατον κατὰ πάντων ἐβουλεύσατο .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.310 | Joseph. BJ 7.317 (English) | >>Joseph. BJ 7.324 |