Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.313 Joseph. BJ 7.322 (English) >>Joseph. BJ 7.328

7.319Ῥωμαῖοι μὲν οὖν τῇ παρὰ τοῦ θεοῦ συμμαχίᾳ κεχρημένοι χαίροντες εἰς τὸ στρατόπεδον ἀπηλλάττοντο μεθʼ ἡμέραν ἐπιχειρεῖν τοῖς πολεμίοις διεγνωκότες καὶ τὰς φυλακὰς νύκτωρ ἐπιμελεστέρας ἐποιήσαντο, μή τινες αὐτῶν λάθωσιν ἀποδράντες. 7.320

Οὐ μὴν οὔτε αὐτὸς Ἐλεάζαρος ἐν νῷ δρασμὸν ἔλαβεν οὔτε ἄλλῳ τινὶ τοῦτο ποιεῖν ἔμελλεν ἐπιτρέψειν. 7.321ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον, ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδʼ ἀλκῆς ἐπινοῶν, δὲ ἔμελλον Ῥωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας αὐτῶν, εἰ κρατήσειαν, ὑπʼ ὀφθαλμοὺς αὑτῷ τιθέμενος, θάνατον κατὰ πάντων ἐβουλεύσατο. 7.322καὶ τοῦτο κρίνας ἐκ τῶν παρόντων ἄριστον, τοὺς ἀνδρωδεστάτους τῶν ἑταίρων συναγαγὼν τοιούτοις ἐπὶ τὴν πρᾶξιν λόγοις παρεκάλει· 7.323πάλαι διεγνωκότας ἡμᾶς, ἄνδρες ἀγαθοί, μήτε Ῥωμαίοις μήτʼ ἄλλῳ τινὶ δουλεύειν θεῷ, μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης, ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς

-- --

ἔργοις. 7.324πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες, νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους, εἰ ζῶντες ὑπὸ Ῥωμαίοις ἐσόμεθα· πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι. 7.325νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν, ὅπερ ἄλλοις οὐκ ἐγένετο παρʼ ἐλπίδα κρατηθεῖσιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.313 Joseph. BJ 7.322 (English) >>Joseph. BJ 7.328

Powered by PhiloLogic