Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.316 Joseph. BJ 7.324 (English) >>Joseph. BJ 7.329

7.321ὁρῶν δὲ τὸ μὲν τεῖχος ὑπὸ τοῦ πυρὸς ἀναλούμενον, ἄλλον δὲ οὐδένα σωτηρίας τρόπον οὐδʼ ἀλκῆς ἐπινοῶν, δὲ ἔμελλον Ῥωμαῖοι δράσειν αὐτοὺς καὶ τέκνα καὶ γυναῖκας αὐτῶν, εἰ κρατήσειαν, ὑπʼ ὀφθαλμοὺς αὑτῷ τιθέμενος, θάνατον κατὰ πάντων ἐβουλεύσατο. 7.322καὶ τοῦτο κρίνας ἐκ τῶν παρόντων ἄριστον, τοὺς ἀνδρωδεστάτους τῶν ἑταίρων συναγαγὼν τοιούτοις ἐπὶ τὴν πρᾶξιν λόγοις παρεκάλει· 7.323πάλαι διεγνωκότας ἡμᾶς, ἄνδρες ἀγαθοί, μήτε Ῥωμαίοις μήτʼ ἄλλῳ τινὶ δουλεύειν θεῷ, μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης, ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς

-- --

ἔργοις. 7.324πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες, νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους, εἰ ζῶντες ὑπὸ Ῥωμαίοις ἐσόμεθα· πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι. 7.325νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν, ὅπερ ἄλλοις οὐκ ἐγένετο παρʼ ἐλπίδα κρατηθεῖσιν. 7.326ἡμῖν δὲ πρόδηλος μέν ἐστιν γενησομένη μεθʼ ἡμέραν ἅλωσις, ἐλευθέρα δὲ τοῦ γενναίου θανάτου μετὰ τῶν φιλτάτων αἵρεσις. οὔτε γὰρ τοῦτʼ ἀποκωλύειν οἱ πολέμιοι δύνανται πάντως εὐχόμενοι ζῶντας ἡμᾶς παραλαβεῖν, οὔθʼ ἡμεῖς ἐκείνους ἔτι νικᾶν μαχόμενοι.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.316 Joseph. BJ 7.324 (English) >>Joseph. BJ 7.329

Powered by PhiloLogic