Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.319 | Joseph. BJ 7.326 (English) | >>Joseph. BJ 7.332 |
7.323“πάλαι διεγνωκότας ἡμᾶς , ἄνδρες ἀγαθοί , μήτε Ῥωμαίοις μήτʼ ἄλλῳ τινὶ δουλεύειν ἢ θεῷ , μόνος γὰρ οὗτος ἀληθής ἐστι καὶ δίκαιος ἀνθρώπων δεσπότης , ἥκει νῦν καιρὸς ἐπαληθεῦσαι κελεύων τὸ φρόνημα τοῖς
-- -- πρὸς ὃν αὑτοὺς μὴ καταισχύνωμεν πρότερον μηδὲ δουλείαν ἀκίνδυνον ὑπομείναντες , νῦν δὲ μετὰ δουλείας ἑλόμενοι τιμωρίας ἀνηκέστους , εἰ ζῶντες ὑπὸ Ῥωμαίοις ἐσόμεθα · πρῶτοί τε γὰρ πάντων ἀπέστημεν καὶ πολεμοῦμεν αὐτοῖς τελευταῖοι .
7.325νομίζω δὲ καὶ παρὰ θεοῦ ταύτην δεδόσθαι χάριν τοῦ δύνασθαι καλῶς καὶ ἐλευθέρως ἀποθανεῖν , ὅπερ ἄλλοις οὐκ ἐγένετο παρʼ ἐλπίδα κρατηθεῖσιν .
7.326ἡμῖν δὲ πρόδηλος μέν ἐστιν ἡ γενησομένη μεθʼ ἡμέραν ἅλωσις , ἐλευθέρα δὲ ἡ τοῦ γενναίου θανάτου μετὰ τῶν φιλτάτων αἵρεσις . οὔτε γὰρ τοῦτʼ ἀποκωλύειν οἱ πολέμιοι δύνανται πάντως εὐχόμενοι ζῶντας ἡμᾶς παραλαβεῖν , οὔθʼ ἡμεῖς ἐκείνους ἔτι νικᾶν μαχόμενοι .
7.327ἔδει μὲν γὰρ εὐθὺς ἴσως ἐξ ἀρχῆς , ὅτε τῆς ἐλευθερίας ἡμῖν ἀντιποιεῖσθαι θελήσασι πάντα καὶ παρʼ ἀλλήλων ἀπέβαινε χαλεπὰ καὶ παρὰ τῶν πολεμίων χείρω , τῆς τοῦ θεοῦ γνώμης στοχάζεσθαι καὶ γινώσκειν , ὅτι τὸ πάλαι φίλον αὐτῷ φῦλον Ἰουδαίων κατέγνωστο ·
7.328μένων γὰρ εὐμενὴς ἢ μετρίως γοῦν ἀπηχθημένος , οὐκ ἂν τοσούτων μὲν ἀνθρώπων περιεῖδεν ὄλεθρον , προήκατο δὲ τὴν ἱερωτάτην αὐτοῦ πόλιν πυρὶ καὶ κατασκαφαῖς πολεμίων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.319 | Joseph. BJ 7.326 (English) | >>Joseph. BJ 7.332 |