Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.376 Joseph. BJ 7.383 (English) >>Joseph. BJ 7.389

7.380ἐπεὶ δὲ ἡμᾶς οὐκ ἀγεννὴς ἐλπὶς ἐβουκόλησεν, ὡς τάχα που δυνήσεσθαι τοὺς πολεμίους ὑπὲρ αὐτῆς ἀμύνασθαι, φρούδη δὲ γέγονε νῦν καὶ μόνους ἡμᾶς ἐπὶ τῆς ἀνάγκης καταλέλοιπεν, σπεύσωμεν καλῶς ἀποθανεῖν, ἐλεήσωμεν ἡμᾶς αὐτοὺς καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας, ἕως ἡμῖν ἔξεστιν παρʼ ἡμῶν αὐτῶν λαβεῖν τὸν ἔλεον. 7.381ἐπὶ μὲν γὰρ θάνατον ἐγεννήθημεν καὶ τοὺς ἐξ αὑτῶν ἐγεννήσαμεν, καὶ τοῦτον οὐδὲ τοῖς εὐδαιμονοῦσιν ἔστι διαφυγεῖν· 7.382ὕβρις δὲ καὶ δουλεία καὶ τὸ βλέπειν γυναῖκας εἰς αἰσχύνην ἀγομένας μετὰ τέκνων οὐκ ἔστιν ἀνθρώποις κακὸν ἐκ φύσεως ἀναγκαῖον, ἀλλὰ ταῦτα διὰ τὴν αὐτῶν δειλίαν ὑπομένουσιν οἱ παρὸν πρὸ αὐτῶν ἀποθανεῖν μὴ θελήσαντες. 7.383ἡμεῖς δὲ ἐπʼ ἀνδρείᾳ μέγα φρονοῦντες Ῥωμαίων ἀπέστημεν καὶ τὰ τελευταῖα νῦν ἐπὶ σωτηρίᾳ προκαλουμένων ἡμᾶς οὐχ ὑπηκούσαμεν. 7.384τίνι τοίνυν οὐκ ἔστιν θυμὸς αὐτῶν πρόδηλος, εἰ ζώντων ἡμῶν κρατήσουσιν; ἄθλιοι μὲν οἱ νέοι τῆς ῥώμης τῶν σωμάτων εἰς πολλὰς αἰκίας ἀρκέσοντες, ἄθλιοι δὲ οἱ παρηβηκότες φέρειν τῆς ἡλικίας τὰς συμφορὰς οὐ δυναμένης. 7.385ὄψεταί τις γυναῖκα πρὸς βίαν ἀγομένην, φωνῆς ἐπακούσεται τέκνου πατέρα βοῶντος χεῖρας δεδεμένος. 7.386ἀλλʼ ἕως εἰσὶν ἐλεύθεραι καὶ ξίφος ἔχουσιν, καλὴν ὑπουργίαν ὑπουργησάτωσαν· ἀδούλωτοι μὲν ὑπὸ τῶν πολεμίων ἀποθάνωμεν, ἐλεύθεροι δὲ μετὰ τέκνων καὶ γυναικῶν τοῦ ζῆν συνεξέλθωμεν.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.376 Joseph. BJ 7.383 (English) >>Joseph. BJ 7.389

Powered by PhiloLogic