Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.396 Joseph. BJ 7.402 (English) >>Joseph. BJ 7.410

7.399ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις Ἐλεαζάρου, φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν διαφέρουσα, καὶ πέντε παιδία τοῖς ὑπονόμοις, οἳ ποτὸν ἦγον ὕδωρ διὰ γῆς, ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων, 7.400οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων. 7.401καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός. 7.402

Οἱ δὲ Ῥωμαῖοι μάχην ἔτι προσδοκῶντες, ὑπὸ τὴν ἕω διασκευασάμενοι καὶ τὰς ἀπὸ τῶν χωμάτων ἐφόδους ταῖς ἐπιβάθραις γεφυρώσαντες προσβολὴν ἐποιοῦντο. 7.403βλέποντες δʼ οὐδένα τῶν πολεμίων, ἀλλὰ δεινὴν πανταχόθεν ἐρημίαν καὶ πῦρ ἔνδον καὶ σιωπήν, ἀπόρως εἶχον τὸ γεγονὸς συμβαλεῖν, καὶ τέλος ὡς εἰς ἄφεσιν βολῆς ἠλάλαξαν, εἴ τινα τῶν ἔνδον προκαλέσαιντο. 7.404τῆς δὲ βοῆς αἴσθησις γίνεται τοῖς γυναίοις, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὸ πραχθὲν ὡς εἶχε πρὸς τοὺς Ῥωμαίους ἐμήνυον, πάντα τῆς ἑτέρας ὡς ἐλέχθη τε καὶ τίνα τρόπον ἐπράχθη σαφῶς ἐκδιηγουμένης. 7.405οὐ μὴν ῥᾳδίως αὐτῇ προσεῖχον τῷ μεγέθει τοῦ τολμήματος ἀπιστοῦντες, ἐπεχείρουν

-- --

τε τὸ πῦρ σβεννύναι καὶ ταχέως ὁδὸν διʼ αὐτοῦ τεμόντες τῶν βασιλείων ἐντὸς ἐγένοντο. 7.406καὶ τῷ πλήθει τῶν πεφονευμένων ἐπιτυχόντες οὐχ ὡς ἐπὶ πολεμίοις ἥσθησαν, τὴν δὲ γενναιότητα τοῦ βουλεύματος καὶ τὴν ἐν τοσούτοις ἄτρεπτον ἐπὶ τῶν ἔργων ἐθαύμασαν τοῦ θανάτου καταφρόνησιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.396 Joseph. BJ 7.402 (English) >>Joseph. BJ 7.410

Powered by PhiloLogic