Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.397 Joseph. BJ 7.404 (English) >>Joseph. BJ 7.411

7.401καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός. 7.402

Οἱ δὲ Ῥωμαῖοι μάχην ἔτι προσδοκῶντες, ὑπὸ τὴν ἕω διασκευασάμενοι καὶ τὰς ἀπὸ τῶν χωμάτων ἐφόδους ταῖς ἐπιβάθραις γεφυρώσαντες προσβολὴν ἐποιοῦντο. 7.403βλέποντες δʼ οὐδένα τῶν πολεμίων, ἀλλὰ δεινὴν πανταχόθεν ἐρημίαν καὶ πῦρ ἔνδον καὶ σιωπήν, ἀπόρως εἶχον τὸ γεγονὸς συμβαλεῖν, καὶ τέλος ὡς εἰς ἄφεσιν βολῆς ἠλάλαξαν, εἴ τινα τῶν ἔνδον προκαλέσαιντο. 7.404τῆς δὲ βοῆς αἴσθησις γίνεται τοῖς γυναίοις, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὸ πραχθὲν ὡς εἶχε πρὸς τοὺς Ῥωμαίους ἐμήνυον, πάντα τῆς ἑτέρας ὡς ἐλέχθη τε καὶ τίνα τρόπον ἐπράχθη σαφῶς ἐκδιηγουμένης. 7.405οὐ μὴν ῥᾳδίως αὐτῇ προσεῖχον τῷ μεγέθει τοῦ τολμήματος ἀπιστοῦντες, ἐπεχείρουν

-- --

τε τὸ πῦρ σβεννύναι καὶ ταχέως ὁδὸν διʼ αὐτοῦ τεμόντες τῶν βασιλείων ἐντὸς ἐγένοντο. 7.406καὶ τῷ πλήθει τῶν πεφονευμένων ἐπιτυχόντες οὐχ ὡς ἐπὶ πολεμίοις ἥσθησαν, τὴν δὲ γενναιότητα τοῦ βουλεύματος καὶ τὴν ἐν τοσούτοις ἄτρεπτον ἐπὶ τῶν ἔργων ἐθαύμασαν τοῦ θανάτου καταφρόνησιν. 7.407

Τοιαύτης δὲ τῆς ἁλώσεως γενομένης ἐπὶ μὲν τοῦ φρουρίου καταλείπει φυλακὴν στρατηγός, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀπῆλθεν εἰς Καισάρειαν. 7.408οὐδὲ γὰρ ὑπελείπετό τις τῶν κατὰ τὴν χώραν πολεμίων, ἀλλʼ ἤδη πᾶσα διὰ μακροῦ τοῦ πολέμου κατέστραπτο πολλοῖς καὶ τῶν ἀπωτάτω κατοικούντων αἴσθησιν καὶ κίνδυνον ταραχῆς παρασχόντος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.397 Joseph. BJ 7.404 (English) >>Joseph. BJ 7.411

Powered by PhiloLogic