Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.439 Joseph. BJ 7.446 (English) >>Joseph. BJ 7.453

7.444τὸ δὲ δὴ τούτου χαλεπώτερον, πρὸς γὰρ τῷ πιστεύειν ῥᾳδίως ἔτι καὶ διδάσκαλος ἦν τῶν σικαρίων τῆς ψευδολογίας· 7.445κελεύσας γοῦν αὐτὸν ὀνομάσαι τινὰ τῶν Ἰουδαίων Ἀλέξανδρον, πάλαι προσκεκρουκὼς φανερὸν ἐξενηνόχει τὸ μῖσος, τήν τε γυναῖκα

-- --

τὴν ἐκείνου Βερενίκην ταῖς αἰτίαις συνεμπλέξας, τούτους μὲν πρῶτον ἀνεῖλεν, ἐπὶ δʼ αὐτοῖς ἅπαντας τοὺς εὐπορίᾳ χρημάτων διαφέροντας ὁμοῦ τι χιλίους ἐφόνευσεν ἄνδρας· 7.446καὶ ταῦτα πράττειν ἐνόμιζεν ἀσφαλῶς, ὅτι τὰς οὐσίας αὐτῶν εἰς τὰς τοῦ Καίσαρος προσόδους ἀνελάμβανεν. 7.447

Ὅπως δὲ μηδὲ ἀλλαχοῦ τινες τῶν Ἰουδαίων ἐλέγξωσιν αὐτοῦ τὴν ἀδικίαν, πορρωτέρω τὸ ψεῦδος ἐξέτεινε καὶ πείθει τὸν Ἰωνάθην καί τινας τῶν ἅμʼ ἐκείνῳ συνειλημμένων νεωτερισμοῦ κατηγορίαν ἐπιφέρειν τοῖς ἐν Ἀλεξανδρείᾳ τε καὶ Ῥώμῃ τῶν Ἰουδαίων δοκιμωτάτοις. 7.448τούτων εἷς τῶν ἐξ ἐπιβουλῆς αἰτιαθέντων ἦν Ἰώσηπος ταῦτα συγγραψάμενος. 7.449οὐ μὴν κατʼ ἐλπίδα τῷ Κατύλλῳ τὸ σκευώρημα προεχώρησεν· ἧκε μὲν γὰρ εἰς τὴν Ῥώμην τοὺς περὶ τὸν Ἰωνάθην ἄγων δεδεμένους καὶ πέρας ᾤετο τῆς ἐξετάσεως εἶναι τὴν ἐπʼ αὐτοῦ καὶ διʼ αὐτοῦ γενομένην ψευδολογίαν. 7.450Οὐεσπασιανὸς δὲ τὸ πρᾶγμα ὑποπτεύσας ἀναζητεῖ τὴν ἀλήθειαν καὶ γνοὺς ἄδικον τὴν αἰτίαν τοῖς ἀνδράσιν ἐπενηνεγμένην τοὺς μὲν ἀφίησι τῶν ἐγκλημάτων Τίτου σπουδάσαντος, δίκην δʼ ἐπέθηκεν Ἰωνάθῃ τὴν προσήκουσαν· ζῶν γὰρ κατεκαύθη πρότερον αἰκισθείς.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.439 Joseph. BJ 7.446 (English) >>Joseph. BJ 7.453

Powered by PhiloLogic