Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.449 Joseph. BJ 7.454 (English) >>Joseph. BJ 7.455

7.452δείμασι γὰρ ἐξεταράττετο καὶ συνεχῶς ἐβόα βλέπειν εἴδωλα τῶν ὑπʼ αὐτοῦ πεφονευμένων ἐφεστηκότα· καὶ κατέχειν αὑτὸν οὐ δυνάμενος ἐξήλλετο τῆς εὐνῆς ὡς βασάνων αὐτῷ καὶ πυρὸς προσφερομένων. 7.453τοῦ δὲ κακοῦ πολλὴν ἀεὶ τὴν ἐπίδοσιν λαμβάνοντος καὶ τῶν ἐντέρων αὐτῷ κατὰ διάβρωσιν ἐκπεσόντων, οὕτως ἀπέθανεν, οὐδενὸς ἧττον ἑτέρου τῆς προνοίας τοῦ θεοῦ τεκμήριον γενόμενος, ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν. 7.454

Ἐνταῦθα τῆς ἱστορίας ἡμῖν τὸ πέρας ἐστίν, ἣν ἐπηγγειλάμεθα μετὰ πάσης ἀκριβείας παραδώσειν τοῖς βουλομένοις μαθεῖν, τίνα τρόπον οὗτος πόλεμος Ῥωμαίοις πρὸς Ἰουδαίους ἐπολεμήθη.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.449 Joseph. BJ 7.454 (English) >>Joseph. BJ 7.455

Powered by PhiloLogic