Lycurgus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lycurg.]. | ||
<<Lycurg. 1 | Lycurg. 1 (English) | >>Lycurg. 1 |
1.hypothesis
1.1
1.3
1.7
1.11
1.14
1.16
1.20
1.21
Μαρτυρία
1.24
Μαρτυρία
note
1.25
1.28
Πρόκλησις
1.29
1.36
Ψήφισμα
1.37
1.46
1.52
1.55
1.59
1.63
1.68
1.75
Ὅρκος
note<
Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα ,οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στοιχήσω ·ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα ,πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων ,καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων ἐμφρόνως .καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρόνως ·ἐὰν δέ τις ἀναιρεῖ ,οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων ,καὶ τιμήσω ἱερὰ τὰ πάτρια .ἴστορες θεοὶ Ἄγραυλος ,Ἑστία ,Ἐνυώ ,Ἐνυάλιος ,Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία ,Ζεύς ,Θαλλώ ,Αὐξώ ,Ἡγεμόνη ,Ἡρακλῆς ,ὅροι τῆς πατρίδος ,πυροί ,κριθαί ,ἄμπελοι ,ἐλάαι ,συκαῖ ...>
1.79
Ὅρκος
note—
Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ ἐγκαταλείψω noteτοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας ,ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω .καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω ,τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω .καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν ,ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας .
1.82
1.83
1.85
1.90
Unknownὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά ,
τοῦτʼ αὐτὸ πρῶτον ,ἐξαφαιρεῖται noteφρενῶν
τὸν νοῦν τὸν ἐσθλόν ,εἰς δὲ τὴν χείρω τρέπει
γνώμην ,ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει .
1.93
1.94
1.98
Euripides, ErechtheusῬῆσις Εὐριπίδου
τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται ,
ἥδιον ἐν βροτοῖσιν ·οἳ δὲ δρῶσι μέν ,
χρόνῳ δὲ δρῶσι ,δυσγενέστερον note ...
ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν .
λογίζομαι δὲ πολλά ·πρῶτα μὲν πόλιν
οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν ·
noteᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν ,
αὐτόχθονες δʼ ἔφυμεν ·αἱ δʼ ἄλλαι πόλεις
πεσσῶν ὁμοίαις noteδιαφοραῖς ἐκτισμέναι note
ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι .
ὅστις δʼ ἀπʼ ἄλλης πόλεος noteοἰκήσῃ noteπόλιν ,
ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς ,
λόγῳ πολίτης ἐστί ,τοῖς δʼ ἔργοισιν οὔ .
ἔπειτα τέκνα τοῦδʼ ἕκατι noteτίκτομεν ,
ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα . note
πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν , noteπολλοὶ noteδέ νιν
ναίουσι ·τούτους πῶς διαφθεῖραί με χρή ,
ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν ;
εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
τὸ μεῖζον οὑνὸς noteοἶκος οὐ πλεῖον σθένει
πταίσας ἁπάσης πόλεος ,οὐδʼ ἴσον φέρει .
εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν noteστάχυς
ἄρσην ,πόλιν δὲ πολεμία κατεῖχε φλόξ ,
οὐκ ἄν νιν noteἐξέπεμπον εἰς μάχην δορός ,
θάνατον προταρβοῦσʼ ;ἀλλʼ .ἔμοιγʼ εἴη noteτέκνα ,
<ἃ > noteκαὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι ,
μὴ σχήματʼ noteἄλλως ἐν πόλει πεφυκότα .
τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα ,
πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους .
μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
ζῆν παῖδας εἵλοντʼ ἢ noteπαρῄνεσαν κακά .
καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα
τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην ·
τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
πόλεως θανούσῃ noteτῆσδʼ ὕπερ δοθήσεται .
καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρω note
σώσει ·τί noteτούτων οὐχὶ δέξασθαι καλόν ;
τὴν οὐκ ἐμὴν πλὴν <ἢ > noteφύσει δώσω κόρην
θῦσαι πρὸ γαίας .εἰ γὰρ αἱρεθήσεται
πόλις ,τί παίδων τῶν ἐμῶν μέτεστί μοι ;
οὐκοῦν ἅπαντα τοὔν γʼ noteἐμοὶ σωθήσεται ·
ἄρξουσιν ἄλλοι ,τήνδʼ ἐγὼ σώσω πόλιν .
ἐκεῖνο δʼ οὗ τὸ noteπλεῖστον ἐν κοινῷ μέρος ,
οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ , note
προγόνων παλαιὰ noteθέσμιʼ ὅστις noteἐκβαλεῖ note·
οὐδʼ ἀντʼ ἐλάας noteχρυσέας τε Γοργόνος
τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
Εὔμολπος οὐδὲ Θρῇξ noteἀναστέψει noteλεὼς
στεφάνοισι ,Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται .
χρῆσθʼ ,ὦ πολῖται ,τοῖς ἐμοῖς λοχεύμασιν ,
σῴζεσθε , noteνικᾶτʼ ·ἀντὶ γὰρ ψυχῆς μιᾶς
οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼ noteσώσω πόλιν .
ὦ πατρίς ,εἴθε πάντες οἳ ναίουσί σε
οὕτω φιλοῖεν ὡς ἐγώ ·καὶ ῥᾳδίως
οἰκοῖμεν ἄν σε ,κοὐδὲν ἂν πάσχοις κακόν .
1.101
1.102
Hom. Il. 15.494ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶ διαμπερές . noteὃς δέ κεν ὑμέων
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ ,
τεθνάτω .οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
τεθνάμεν ·ἀλλʼ ἄλοχός τε σόη καὶ νήπια τέκνα , note
καὶ κλῆρος καὶ οἶκος noteἀκήρατος ,εἴ κεν Ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν .
1.104
Tyrtaeusτεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
ἄνδρʼ ἀγαθόν ,περὶ ᾗ πατρίδι μαρνάμενον .
τὴν δʼ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
πτωχεύειν πάντων ἔστʼ ἀνιηρότατον ,
πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
παισί τε σὺν μικροῖς κουριδίῃ τʼ ἀλόχῳ .
ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται ,οὕς κεν ἵκηται
χρημοσύνῃ noteτʼ εἴκων καὶ στυγερῇ πενίῃ ,
αἰσχύνει δὲ noteγένος ,κατὰ δʼ ἀγλαὸν εἶδος ἐλέγχει ,
πᾶσα δʼ ἀτιμίη καὶ κακότης ἕπεται .
εἰ δʼ noteοὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμίʼ ὤρη
γίγνεται οὐδʼ αἰδώς ,οὔτʼ ὀπίσω γένεος , note
θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα ,καὶ περὶ παίδων
θνῄσκωμεν ψυχέων noteμηκέτι φειδόμενοι .
ὦ νέοι ,ἀλλὰ μάχεσθε παρʼ ἀλλήλοισι μένοντες ,
μηδὲ φυγῆς αἰσχρῆς noteἄρχετε μηδὲ φόβου ,
ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν ,
μηδὲ φιλοψυχεῖτʼ ἀνδράσι μαρνάμενοι ·
τοὺς δὲ παλαιοτέρους ,ὧν οὐκέτι γούνατʼ ἐλαφρά ,
μὴ καταλείποντες φεύγετε ,τοὺς γεραιούς .
αἰσχρὸν γὰρ δὴ τοῦτο ,μετὰ προμάχοισι πεσόντα
κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον ,
ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον ,
θυμὸν ἀποπνείοντʼ ἄλκιμον ἐν κονίῃ ,
αἱματόεντʼ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα
(αἰσχρὰ τά γʼ noteὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν )
καὶ χρόα γυμνωθέντα .νέοισι δὲ πάντʼ ἐπέοικεν ,
ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ ·
ἀνδράσι μὲν θηητὸς noteἰδεῖν ,ἐρατὸς δὲ γυναιξὶν
ζωὸς ἐών ,καλὸς δʼ ἐν προμάχοισι πεσών .
ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
στηριχθεὶς ἐπὶ γῆς ,χεῖλος ὀδοῦσι δακών .
1.108
Simonidesὦ ξεῖνʼ ,ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις ,
SimonidesἙλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι
χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν .
1.110
1.111
Ψήφισμα
1.115
Ψήφισμα καὶ Ὑπόγραμμα τῆς Στήλης
1.119
1.120
Ψήφισμα
1.121
1.122
Ψήφισμα
note
1.123
1.124
Ψήφισμα
1.126
1.127
1.128
Νόμος Λακεδαιμονίων
1.130
1.131
Unknownοὐδʼ ἀγρία γὰρ ὄρνις ,ἢν πλάσῃ δόμον ,
ἄλλην noteνεοσσοὺς ἠξίωσεν ἐντεκεῖν . note
1.135
1.136
1.138
1.139
1.141
1.146
Ψήφισμα
1.149
Lycurgus, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lycurg.]. | ||
<<Lycurg. 1 | Lycurg. 1 (English) | >>Lycurg. 1 |