Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 9 Lys. 10 (English) >>Lys. 11

Κατὰ Θεομνήστου Α

10.1μαρτύρων μὲν οὐκ ἀπορίαν μοι ἔσεσθαι δοκῶ, ἄνδρες δικασταί· πολλοὺς γὰρ ὑμῶν ὁρῶ δικάζοντας τῶν τότε παρόντων, ὅτε Λυσίθεος Θεόμνηστον εἰσήγγελλε τὰ ὅπλα ἀποβεβληκότα, οὐκ ἐξὸν αὐτῷ, δημηγορεῖν· ἐν ἐκείνῳ γὰρ τῷ ἀγῶνι τὸν πατέρα μʼ ἔφασκεν ἀπεκτονέναι τὸν ἐμαυτοῦ. ἐγὼ δʼ, 10.2εἰ μὲν τὸν ἑαυτοῦ με ἀπεκτονέναι ᾐτιᾶτο, συγγνώμην ἂν εἶχον αὐτῷ τῶν εἰρημένων (φαῦλον γὰρ αὐτὸν καὶ οὐδενὸς ἄξιον ἡγούμηνοὐδʼ εἴ τι ἄλλο τῶν ἀπορρήτων ἤκουσα, οὐκ ἂν ἐπεξῆλθον αὐτῷ (ἀνελευθέρου γὰρ καὶ λίαν φιλοδίκου note εἶναι 10.3νομίζω κακηγορίας δικάζεσθαινυνὶ δὲ αἰσχρόν μοι εἶναι δοκεῖ τοῦ πατρός, οὕτω πολλοῦ ἀξίου γεγενημένου καὶ ὑμῖν καὶ τῇ πόλει, μὴ τιμωρήσασθαι τὸν ταῦτʼ εἰρηκότα, καὶ παρʼ ὑμῶν εἰδέναι βούλομαι πότερον δώσει δίκην, τούτῳ μόνῳ Ἀθηναίων ἐξαίρετόν ἐστι καὶ ποιεῖν καὶ λέγειν παρὰ τοὺς νόμους τι ἂν βούληται.

10.4ἐμοὶ γάρ, ἄνδρες δικασταί, ἔτη ἐστὶ <δύο καὶ> note τριάκοντα, ἐξ ὅτου <δʼ> note ὑμεῖς κατεληλύθατε, εἰκοστὸν τουτί. φαίνομαι οὖν τρισκαιδεκέτης ὢν ὅτε πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνησκε. ταύτην δὲ ἔχων τὴν ἡλικίαν οὔτε τί note ἔστιν ὀλιγαρχία ἠπιστάμην, οὔτε ἂν ἐκείνῳ ἀδικουμένῳ ἐδυνάμην βοηθῆσαι. 10.5καὶ μὲν δὴ οὐκ ὀρθῶς τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα <ἂν> note αὐτῷ· γὰρ πρεσβύτερος ἀδελφὸς Πανταλέων ἅπαντα παρέλαβε, καὶ ἐπιτροπεύσας ἡμᾶς τῶν πατρῴων ἀπεστέρησεν, ὥστε πολλῶν ἕνεκα, ἄνδρες δικασταί, προσήκει μοι αὐτὸν βούλεσθαι ζῆν. ἀνάγκη μὲν οὖν περὶ αὐτῶν μνησθῆναι, οὐδὲν δὲ δεῖ πολλῶν λόγων· σχεδὸν <γὰρ> note ἐπίστασθε ἅπαντες ὅτι ἀληθῆ λέγω. ὅμως δὲ μάρτυρας αὐτῶν παρέξομαι. Μάρτυρες

10.6ἴσως τοίνυν, ἄνδρες δικασταί, περὶ τούτων μὲν οὐδὲν ἀπολογήσεται, ἐρεῖ δὲ πρὸς ὑμᾶς ἅπερ ἐτόλμα λέγειν καὶ πρὸς τὸν διαιτητήν, ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις εἴπῃ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. 10.7ἐγὼ δὲ οἶμαι ὑμᾶς, ἄνδρες δικασταί, οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι ἀλλὰ τῆς τούτων διανοίας, καὶ πάντας εἰδέναι, ὅτι ὅσοι <ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι εἰσί, καὶ ὅσοι> note ἀνδροφόνοι εἰσί, καὶ ἀπεκτόνασί τινας. πολὺ γὰρ ἔργον ἦν τῷ νομοθέτῃ ἅπαντα τὰ ὀνόματα γράφειν ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. 10.8οὐ γὰρ δήπου, Θεόμνηστε, εἰ μέν τίς σε εἴποι πατραλοίαν μητραλοίαν, ἠξίους ἂν αὐτὸν ὀφλεῖν σοι δίκην, εἰ δέ τις εἴποι ὡς τὴν τεκοῦσαν τὸν φύσαντα ἔτυπτες, ᾤου ἂν αὐτὸν ἀζήμιον δεῖν εἶναι ὡς οὐδὲν τῶν ἀπορρήτων εἰρηκότα. 10.9ἡδέως γὰρ ἄν σου πυθοίμην (περὶ τοῦτο γὰρ δεινὸς εἶ καὶ μεμελέτηκας καὶ ποιεῖν καὶ λέγεινεἴ τίς σε εἴποι ῥῖψαι τὴν ἀσπίδα (ἐν δὲ τῷ νόμῳ εἴρηται, noteἐάν τις φάσκῃ ἀποβεβληκέναι, ὑπόδικον εἶναι”), οὐκ ἂν ἐδικάζου αὐτῷ ἀλλʼ ἐξήρκει ἄν σοι ἐρριφέναι τὴν ἀσπίδα λέγοντι οὐδέν σοι μέλειν; οὐδὲ 10.10γὰρ τὸ αὐτό ἐστι ῥῖψαι καὶ ἀποβεβληκέναι· ἀλλʼ οὐδʼ ἂν τῶν ἕνδεκα γενόμενος ἀποδέξαιο, εἴ τις ἀπάγοι τινὰ φάσκων θοἰμάτιον ἀποδεδύσθαι τὸν χιτωνίσκον ἐκδεδύσθαι, ἀλλʼ ἀφείης ἂν τὸν αὐτὸν τρόπον, ὅτι οὐ λωποδύτης ὀνομάζεται. οὐδʼ εἴ τις παῖδα ἐξαγαγὼν ληφθείη, οὐκ ἂν φάσκοις αὐτὸν ἀνδραποδιστὴν εἶναι, εἴπερ μαχεῖ τοῖς ὀνόμασιν, ἀλλὰ μὴ τοῖς ἔργοις τὸν νοῦν προσέξεις, ὧν ἕνεκα τὰ ὀνόματα πάντες τίθενται. 10.11ἔτι τοίνυν σκέψασθε, ἄνδρες δικασταί· οὑτοσὶ γάρ μοι δοκεῖ ὑπὸ ῥᾳθυμίας καὶ μαλακίας οὐδʼ εἰς Ἄρειον πάγον ἀναβεβηκέναι. πάντες γὰρ ἐπίστασθε ὅτι ἐν ἐκείνῳ τῷ χωρίῳ, ὅταν τὰς τοῦ φόνου δίκας δικάζωνται, οὐ διὰ τούτου τοῦ ὀνόματος τὰς διωμοσίας ποιοῦνται, ἀλλὰ διʼ οὗπερ ἐγὼ κακῶς note ἀκήκοα· μὲν γὰρ διώκων ὡς ἔκτεινε διόμνυται, δὲ φεύγων ὡς οὐκ ἔκτεινεν. 10.12οὐκ οὖν ἄτοπον ἂν εἴη τὸν δράσαντʼ ἀφεῖναι note φάσκοντα ἀνδροφόνον εἶναι, ὅτι διώκων, ὡς ἔκτεινε, τὸν φεύγοντα διωμόσατο; τί γὰρ ταῦτα, ὧν οὗτος ἐρεῖ, διαφέρει; καὶ αὐτὸς μὲν Λυσιθέῳ note κακηγορίας ἐδικάσω εἰπόντι σε note ἐρριφέναι τὴν ἀσπίδα. καίτοι περὶ μὲν τοῦ ῥῖψαι οὐδὲν <ἐν> note τῷ νόμῳ εἴρηται, ἐὰν δέ τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, πεντακοσίας δραχμὰς ὀφείλειν κελεύει. 10.13οὐκ οὖν δεινόν, εἰ ὅταν μὲν δέῃ σὲ κακῶς ἀκούσαντα τοὺς ἐχθροὺς τιμωρεῖσθαι, οὕτω τοὺς νόμους ὥσπερ ἐγὼ νῦν λαμβάνεις, ὅταν δʼ ἕτερον παρὰ τοὺς νόμους εἴπῃς κακῶς, οὐκ ἀξιοῖς δοῦναι δίκην; πότερον οὕτως σὺ δεινὸς εἶ ὥστε, ὅπως ἂν βούλῃ, οἷός τʼ εἶ χρῆσθαι τοῖς νόμοις, τοσοῦτον δύνασαι ὥστε οὐδέποτε οἴει τοὺς ἀδικουμένους ὑπὸ σοῦ τιμωρίας τεύξεσθαι; εἶτʼ οὐκ αἰσχύνῃ οὕτως ἀνοήτως διακείμενος, 10.14ὥστε οὐκ ἐξ ὧν εὖ πεποίηκας τὴν πόλιν, ἀλλʼ ἐξ ὧν ἀδικῶν οὐ δέδωκας δίκην, οἴει δεῖν πλεονεκτεῖν; καί μοι note ἀνάγνωθι τὸν νόμον. Νόμος

10.15ἐγὼ τοίνυν, ἄνδρες δικασταί, ὑμᾶς μὲν πάντας εἰδέναι ἡγοῦμαι ὅτι ἐγὼ μὲν ὀρθῶς λέγω, τοῦτον δὲ οὕτω σκαιὸν εἶναι ὥστε οὐ δύνασθαι μαθεῖν τὰ λεγόμενα. βούλομαι οὖν αὐτὸν καὶ ἐξ ἑτέρων νόμων περὶ τούτων διδάξαι, ἐάν πως ἀλλὰ νῦν ἐπὶ τοῦ βήματος παιδευθῇ καὶ τὸ λοιπὸν ἡμῖν μὴ παρέχῃ πράγματα. καί μοι ἀνάγνωθι τούτους τοὺς νόμους τοὺς Σόλωνος τοὺς παλαιούς. 10.16Νόμος

δεδέσθαι δʼ ἐν τῇ ποδοκάκκῃ ἡμέρας πέντε τὸν πόδα, ἐὰν μὴ note προστιμήσῃ ἡλιαία.”

ποδοκάκκη αὕτη ἐστίν, Θεόμνηστε, νῦν καλεῖται ἐν τῷ ξύλῳ δεδέσθαι. εἰ οὖν δεθεὶς ἐξελθὼν ἐν ταῖς εὐθύναις τῶν ἕνδεκα κατηγοροίη ὅτι οὐκ ἐν τῇ ποδοκάκκῃ ἐδέδετο ἀλλʼ ἐν τῷ ξύλῳ, οὐκ ἂν ἠλίθιον αὐτὸν νομίζοιεν; λέγε ἕτερον νόμον. 10.17Νόμος

ἐπεγγυᾶν δʼ ἐπιορκήσαντα τὸν Ἀπόλλω. δεδιότα δὲ δίκης ἕνεκα δρασκάζειν.”

τοῦτο τὸ ἐπιορκήσαντα ὀμόσαντά note ἐστι, τό τε δρασκάζειν, νῦν ἀποδιδράσκειν ὀνομάζομεν.

Νόμος
ὅστις δὲ ἀπίλλει τῇ θύρᾳ, ἔνδον τοῦ κλέπτου ὄντος.”

τὸ ἀπίλλειν τοῦτο note ἀποκλείειν νομίζεται, καὶ μηδὲν διὰ τοῦτο διαφέρου.

10.18Νόμος
τὸ ἀργύριον στάσιμον εἶναι ἐφʼ ὁπόσῳ ἂν βούληται δανείζων.”

τὸ στάσιμον τοῦτό ἐστιν, βέλτιστε, οὐ ζυγῷ ἱστάναι ἀλλὰ τόκον πράττεσθαι ὁπόσον ἂν βούληται. ἔτι δʼ ἀνάγνωθι note τουτουὶ note τοῦ νόμου τὸ τελευταῖον.

10.19Νόμος
ὅσαι δὲ πεφασμένως πολοῦνται,”
καὶ

Νόμος
οἰκῆος καὶ βλάβης τὴν διπλὴν
note εἶναι ὀφείλειν.”

προσέχετε τὸν νοῦν. τὸ μὲν πεφασμένως ἐστὶ φανερῶς, πολεῖσθαι δὲ βαδίζειν, τὸ δὲ οἰκῆος θεράποντος. 10.20πολλὰ δὲ τοιαῦτα καὶ ἄλλα ἐστίν, ἄνδρες δικασταί. ἀλλʼ εἰ μὴ σιδηροῦς ἐστιν, οἴομαι αὐτὸν ἔννουν γεγονέναι ὅτι τὰ μὲν πράγματα ταὐτά ἐστι νῦν τε καὶ πάλαι, τῶν δὲ ὀνομάτων ἐνίοις οὐ τοῖς αὐτοῖς χρώμεθα νῦν τε καὶ πρότερον. δηλώσει δέ· οἰχήσεται γὰρ ἀπιὼν ἀπὸ τοῦ βήματος σιωπῇ. 10.21εἰ δὲ μή, δέομαι ὑμῶν, ἄνδρες δικασταί, τὰ δίκαια ψηφίσασθαι, ἐνθυμουμένους ὅτι πολὺ μεῖζον κακόν ἐστιν ἀκοῦσαί τινα note τὸν πατέρα ἀπεκτονέναι τὴν ἀσπίδα ἀποβεβληκέναι. ἐγὼ γοῦν δεξαίμην ἂν πάσας τὰς ἀσπίδας ἐρριφέναι τοιαύτην γνώμην ἔχειν περὶ τὸν πατέρα.

10.22οὗτος οὖν ἔνοχος μὲν ὢν τῇ αἰτίᾳ, ἐλάττονος δὲ οὔσης αὐτῷ τῆς συμφορᾶς, οὐ μόνον ὑφʼ ὑμῶν ἠλεήθη, ἀλλὰ καὶ τὸν μαρτυρήσαντα ἠτίμωσεν. ἐγὼ δὲ ἑωρακὼς μὲν ἐκεῖνο τοῦτον ποιήσαντα καὶ ὑμεῖς ἴστε, αὐτὸς δὲ σώσας τὴν ἀσπίδα, ἀκηκοὼς δὲ οὕτως ἀνόσιον note καὶ δεινὸν πρᾶγμα, μεγίστης δὲ οὔσης μοι τῆς συμφορᾶς, εἰ ἀποφεύξεται, τούτῳ δʼ οὐδενὸς ἀξίας, εἰ κακηγορίας ἁλώσεται, οὐκ ἄρα δίκην παρʼ αὐτοῦ λήψομαι; τίνος ὄντος ἐμοὶ πρὸς ὑμᾶς ἐγκλήματος; 10.23πότερον ὅτι δικαίως ἀκήκοα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὅτι βελτίων καὶ ἐκ βελτιόνων φεύγων ἐμοῦ; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα δικάζομαι κακηγορίας τῷ σώσαντι; ἀλλʼ οὐχ οὗτος λόγος ἐν τῇ πόλει κατεσκέδασται. note 10.24ἀναμνήσθητε δὲ ὅτι μεγάλην καὶ καλὴν ἐκείνην δωρεὰν note αὐτῷ δεδώκατε· ἐν τίς οὐκ ἂν ἐλεήσειε Διονύσιον, τοιαύτῃ μὲν συμφορᾷ περιπεπτωκότα, ἄνδρα δὲ ἄριστον ἐν τοῖς κινδύνοις γεγενημένον, 10.25 ἀπιόντα δὲ ἀπὸ τοῦ δικαστηρίου καὶ note λέγοντα ὅτι δυστυχεστάτην ἐκείνην εἴημεν στρατείαν ἐστρατευμένοι, ἐν πολλοὶ μὲν ἡμῶν ἀπέθανον, οἱ δὲ σώσαντες τὰ ὅπλα ὑπὸ τῶν ἀποβαλόντων ψευδομαρτυρίων ἑαλώκασι, κρεῖττον δὲ ἦν αὐτῷ τότε ἀποθανεῖν οἴκαδʼ ἐλθόντι τοιαύτῃ τύχῃ χρῆσθαι; 10.26μὴ τοίνυν ἀκούσαντά <τε> note Θεόμνηστον κακῶς τὰ προσήκοντα ἐλεεῖτε, καὶ ὑβρίζοντι καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε. τίς γὰρ ἂν ἐμοὶ μείζων ταύτης γένοιτο συμφορά, περὶ τοιούτου πατρὸς οὕτως αἰσχρὰς αἰτίας ἀκηκοότι; 10.27ὃς note πολλάκις μὲν ἐστρατήγησε, πολλοὺς δὲ καὶ ἄλλους κινδύνους μεθʼ ὑμῶν ἐκινδύνευσε· καὶ οὔτε τοῖς πολεμίοις τὸ ἐκείνου σῶμα ὑποχείριον ἐγένετο, οὔτε τοῖς πολίταις οὐδεμίαν πώποτε ὦφλεν εὐθύνην, ἔτη δὲ γεγονὼς ἑπτὰ καὶ ἑξήκοντα ἐν ὀλιγαρχίᾳ διʼ εὔνοιαν τοῦ ὑμετέρου πλήθους ἀπέθανεν. 10.28ἆρʼ ἄξιον ὀργισθῆναι τῷ <τοιαῦτʼ> note εἰρηκότι καὶ βοηθῆσαι τῷ πατρί, ὡς καὶ ἐκείνου κακῶς ἀκηκοότος; τί γὰρ ἂν τούτου ἀνιαρότερον γένοιτο αὐτῷ, τεθνάναι μὲν ὑπὸ τῶν ἐχθρῶν, αἰτίαν δʼ ἔχειν ὑπὸ τῶν παίδων <ἀνῃρῆσθαι> note; οὗ ἔτι καὶ νῦν, ἄνδρες δικασταί, τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις <ἱεροῖς> note ἀνάκειται, τὰ δὲ τούτου καὶ τοῦ τούτου πατρὸς τῆς κακίας πρὸς τοῖς τῶν πολεμίων· οὕτω σύμφυτος αὐτοῖς δειλία. 10.29καὶ μὲν δή, ἄνδρες δικασταί, ὅσῳ μείζους εἰσὶ καὶ νεανίαι τὰς ὄψεις, τοσούτῳ μᾶλλον ὀργῆς ἄξιοί εἰσι. δῆλον γὰρ ὅτι τοῖς μὲν σώμασι δύνανται, τὰς δὲ ψυχὰς οὐκ <εὖ> note ἔχουσιν.

10.30ἀκούω δʼ αὐτόν, ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέπεσθαι, ὡς ὀργισθεὶς εἴρηκε ταῦτα ἐμοῦ μαρτυρήσαντος τὴν αὐτὴν μαρτυρίαν Διονυσίῳ. ὑμεῖς δʼ ἐνθυμεῖσθε, ἄνδρες δικασταί, ὅτι νομοθέτης οὐδεμίαν ὀργῇ συγγνώμην δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποφαίνῃ ὡς ἔστιν ἀληθῆ τὰ εἰρημένα. ἐγὼ δὲ δὶς ἤδη περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ πω ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε.

10.31περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ τι δεῖ πλείω λέγειν· ἐγὼ δʼ ὑμῶν δέομαι καταψηφίσασθαι Θεομνήστου, ἐνθυμουμένους ὅτι οὐκ ἂν γένοιτο τούτου μείζων ἀγών μοι. νῦν γὰρ διώκω <μὲν> note κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, ὃς μόνος, ἐπειδὴ τάχιστα ἐδοκιμάσθην, ἐπεξῆλθον τοῖς τριάκοντα ἐν Ἀρείῳ πάγῳ. 10.32ὧν μεμνημένοι καὶ ἐμοὶ καὶ τῷ πατρὶ βοηθήσατε καὶ τοῖς νόμοις τοῖς κειμένοις καὶ τοῖς ὅρκοις οἷς ὀμωμόκατε.



Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 9 Lys. 10 (English) >>Lys. 11

Powered by PhiloLogic