Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 10 Lys. 11 (English) >>Lys. 12

Κατὰ Θεομνήστου, Β

11.1ὅτι μὲν τὸν πατέρα μʼ ἔφασκεν note ἀπεκτονέναι, πολλοὶ συνοίδασιν ὑμῶν, καὶ μαρτυροῦσι δέ μοι· ὅτι δὲ οὐ πεποίηκα, δῆλον· ἔτη γὰρ ἐστί μοι δύο καὶ τριάκοντα, ἐξ οὗ δʼ ὑμεῖς κατήλθετε, εἰκοστὸν τουτί. 11.2φαίνομαι οὖν δωδεκαέτης ὤν, ὅτε πατὴρ ὑπὸ τῶν τριάκοντα ἀπέθνῃσκεν, ὥστʼ οὐδʼ τι ὀλιγαρχία ἦν ᾔδη, οὐδὲ τῷ πατρὶ βοηθεῖν οἷός τʼ . ἀλλὰ μὴν οὐδὲ τῶν χρημάτων ἕνεκα ἐπεβούλευσα αὐτῷ· γὰρ πρεσβύτερος ἀδελφὸς πάντα λαβὼν ἀπεστέρησεν ἡμᾶς.

11.3ἴσως δʼ ἐρεῖ ὡς οὐκ ἔστι τῶν ἀπορρήτων, ἐάν τις φῇ τὸν πατέρα ἀπεκτονέναι· τὸν γὰρ νόμον οὐ ταῦτʼ ἀπαγορεύειν, ἀλλʼ ἀνδροφόνον οὐκ ἐᾶν λέγειν. ἐγὼ δʼ οἶμαι δεῖν οὐ περὶ τῶν ὀνομάτων διαφέρεσθαι, ἀλλὰ περὶ τῆς τῶν ἔργων διανοίας, καὶ πάντας εἰδέναι ὅτι ὁπόσοι note ἀπεκτόνασί τινας, καὶ ἀνδροφόνοι τῶν αὐτῶν εἰσι, καὶ ὅσοι ἀνδροφόνοι τινός, καὶ ἀπεκτόνασι τοῦτον. 11.4πολὺ γὰρ ἂν ἔργον εἴη τῷ νομοθέτῃ πάντα γράφειν τὰ ὀνόματα, ὅσα τὴν αὐτὴν δύναμιν ἔχει· ἀλλὰ περὶ ἑνὸς εἰπὼν περὶ πάντων ἐδήλωσεν. οὐ γὰρ δήπου ἐὰν μέν τις πατραλοίαν μητραλοίαν καλῇ σε, note ὑπόδικός ἐστιν, ἐὰν δέ τις τὴν τεκοῦσαν τὸν φυτεύσαντα τύπτειν <φῇ>, note ἀζήμιος ἔσται. 11.5καὶ ἐάν note τις εἴπῃ ῥίψασπιν, ἀθῷος ἔσται· τὸν γὰρ νόμον, ἐάν τις εἴπῃ ἀποβεβληκέναι τὴν ἀσπίδα, ζημίαν τάττειν, ἀλλʼ οὐκ ἄν τις ῥῖψαι φῇ αὐτήν. ὁμοίως δʼ ἂν καὶ τῶν ἕνδεκα γενόμενος οὐκ ἂν ἀπεδέχου τὸν ἀπαγόμενον, ὅτι θοἰμάτιον ἐξέδυέ τινος note τὸν χιτωνίσκον, 11.6εἰ μὴ λωποδύτην ὠνόμαζεν. οὐδʼ εἴ τις παῖδʼ ἐξῆγεν, ὡς ἀνδραποδιστήν· καὶ αὐτὸς μὲν ἐδικάσω κακηγορίας τῷ εἰπόντι σε ῥῖψαι τὴν ἀσπίδα. καίτοι ἐν τῷ νόμῳ οὐ γέγραπται, ἀλλʼ ἐάν τις φῇ ἀποβεβληκέναι. πῶς οὖν οὐ δεινόν, ἐὰν μέν τις σὲ εἴπῃ, τοὺς νόμους ἐκλαμβάνειν οὕτως ὥσπερ ἐγὼ νῦν, καὶ τιμωρεῖσθαι note τοὺς ἐχθρούς, ἐὰν δʼ αὐτὸς εἴπῃς, οὐκ ἀξιοῦν note δοῦναι δίκην; 11.7βοηθήσατε οὖν μοι, ἐνθυμούμενοι ὅτι μεῖζόν ἐστι κακὸν <ἀκοῦσαι> note τὸν πατέρα ἀπεκτονέναι τὴν ἀσπίδα ῥῖψαι. ἐγὼ γοῦν δεξαίμην <ἂν> note πάσας ἀποβεβληκέναι τοιαύτην γνώμην περὶ τὸν πατέρα ἔχειν. καίτοι note γε τοῦτον μὲν ἑώρακα ποιοῦντα, ὡς καὶ ὑμεῖς ἴστε, αὐτὸς δʼ ἔσωσα τὴν ἀσπίδα. ὥστε διὰ τί οὐκ ἂν λάβοιμι δίκην παρʼ αὐτοῦ; 11.8τίνος ἐγκλήματός μοι ὄντος; πότερον ὡς δικαίως ἤκουσα; ἀλλʼ οὐδʼ ἂν αὐτοὶ φήσαιτε. ἀλλʼ ὡς βελτίων οὗτος note; ἀλλʼ οὐδʼ ἂν αὐτὸς ἀξιώσειεν. ἀλλʼ ὅτι ἀποβεβληκὼς τὰ ὅπλα σώσαντι δικάζομαι; ἀλλʼ οὐχ οὗτος λόγος διέσπαρται κατὰ τὴν πόλιν. μὴ δὴ κακῶς ἀκούοντα τὰ προσήκοντα ἐλεεῖτε, 11.9μηδʼ ὑβρίζοντί τε καὶ λέγοντι παρὰ τοὺς νόμους συγγνώμην ἔχετε, καὶ ταῦτα εἰς ἄνδρα ὃς πολλὰς μὲν στρατηγίας ἐστρατήγηκε, πολλοὺς δὲ μεθʼ ὑμῶν <κινδύνους> note κεκινδύνευκε, καὶ οὔτε τοῖς πολεμίοις ὑποχείριος γέγονεν οὔθʼ ὑμῖν εὔθυναν ὦφλεν, ἑβδομήκοντα δʼ ἐτῶν ὢν ἐπʼ note ὀλιγαρχίας ἐτελεύτησε διὰ τὴν ὑμετέραν εὔνοιαν. ἄξιον δὲ 11.10ὀργισθῆναι ὑπὲρ αὐτοῦ· τί γὰρ ἂν τούτου ἀνιαρότερον ἀκούσειεν, εἰ τεθνηκὼς ὑπὸ τῶν ἐχθρῶν αἰτίαν ἔχοι ὑπὸ τῶν τέκνων ἀνῃρῆσθαι; οὗ τῆς ἀρετῆς τὰ μνημεῖα πρὸς τοῖς ὑμετέροις ἱεροῖς ἀνάκειται, τῆς δὲ τούτων κακίας πρὸς τοῖς τῶν πολεμίων.

11.11ἐρεῖ δὲ ὡς ὀργισθεὶς εἴρηκεν. ὑμεῖς δʼ ἐνθυμεῖσθε ὅτι νομοθέτης οὐδεμίαν συγγνώμην ὀργῇ δίδωσιν, ἀλλὰ ζημιοῖ τὸν λέγοντα, ἐὰν μὴ ἀποδεικνύῃ ἀληθῆ. ἐγὼ δὲ δὶς περὶ τούτου μεμαρτύρηκα· οὐ γὰρ ᾔδη ὅτι ὑμεῖς τοὺς μὲν ἰδόντας note τιμωρεῖσθε, τοῖς δὲ ἀποβαλοῦσι συγγνώμην ἔχετε. δέομαι οὖν καταψηφίσασθαι αὐτοῦ. 11.12νυνὶ γὰρ διώκω μὲν κακηγορίας, τῇ δʼ αὐτῇ ψήφῳ φόνου φεύγω τοῦ πατρός, οὗ μείζων ἀγὼν οὐκ ἂν γένοιτό μοι, ὃς μόνος δοκιμασθεὶς τοῖς τριάκοντʼ ἐπεξῆλθον ἐν Ἀρείῳ πάγῳ. βοηθήσατʼ οὖν κἀκείνῳ κἀμοί.



Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 10 Lys. 11 (English) >>Lys. 12

Powered by PhiloLogic