Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 7 Lys. 8 (English) >>Lys. 9

Κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν

8.1ἐπιτήδειόν μοι δοκῶ καιρὸν εἰληφέναι περὶ ὧν εἰπεῖν ἐβουλόμην πάλαι· πάρεισι μὲν γὰρ οἷς ἐπεγκαλῶ, πάρεισι δὲ ὧν ἐναντίον ἐπιθυμῶ μέμψασθαι τοῖς ἀδικοῦσιν ἐμέ. καίτοι πολλῷ πλείων ἐστὶ σπουδὴ πρὸς τοὺς παρόντας· τοὺς μὲν γὰρ <παρʼ> note οὐδὲν οἶμαι τιμήσειν, εἰ τοῖς ἐπιτηδείοις ἀνεπιτήδειοι δόξουσιν εἶναι (τὴν γὰρ ἀρχὴν οὐδʼ ἂν ἐπεχείρουν ἐξαμαρτάνειν εἰς ἐμὲ), 8.2τοῖς δὲ βουλοίμην ἂν δόξαι μηδὲν ἀδικῶν τούτους ὑπὸ τούτων ἀδικεῖσθαι πρότερον. ἀνιαρὸν μὲν οὖν ἀναγκάζεσθαι λέγειν περὶ τούτων, ἀδύνατον δὲ μὴ λέγειν, ὅταν ἐναντίον τῆς ἐλπίδος κακῶς πάσχω καὶ τοὺς δοκοῦντας εἶναι φίλους ἀδικοῦντας εὑρίσκω.

8.3πρῶτον μὲν οὖν, ἵνα μή τις ὑμῶν τάχα δὴ βοηθῶν οἷς ἐξημάρτηκε πρόφασιν πορίσηται τῆς ἁμαρτίας, εἰπάτω οὖν τίς ὑμῶν ὑπʼ ἐμοῦ κακῶς ἀκήκοεν πέπονθεν, τίς ἐμοῦ δεηθεὶς οὐκ ἔτυχεν ὧν ἐγώ τε δυνατὸς κἀκεῖνος ἐπήγγειλε. — τί δῆτά με κακῶς τὰ μὲν λέγειν τὰ δὲ ποιεῖν ἐπιχειρεῖτε, καὶ ταῦτα πρὸς τούτους ἡμᾶς διαβάλλειν, οὓς πρὸς ἡμᾶς αὐτοὺς διεβάλλετε; 8.4 καίτοι οὕτως ἠνωχλεῖτε, note ὥστε περὶ πλείονος ἐποιήσατό <τις> note δοκεῖν ἐμοῦ κήδεσθαι, ἄλλον note ἐμοὶ note κατειπεῖν. δʼ ἔλεγε, πάντα μὲν οὐκ ἂν εἴποιμι (καὶ γὰρ ἀκούων ἠχθόμην) οὐδʼ ἂν ὑμῖν ἐπικαλῶν, ὅτι ἐλέγετε κατʼ ἐμοῦ, ταὐτὰ λέξαιμι note. καὶ γὰρ ἂν ἀπολύοιμι τῆς αἰτίας ὑμᾶς, εἴπερ ὑμῖν ταὐτὰ 8.5λέγοιμι περὶ ἐμαυτοῦ· δὲ ὑβρίζειν οἰόμενοι ἐμὲ καταγελάστους ὑμᾶς αὐτοὺς ἐποιεῖτε, ταῦτα λέξω. βίᾳ γὰρ ὑμῖν ἐφάσκετέ με ξυνεῖναι καὶ διαλέγεσθαι, καὶ πάντα ποιοῦντες οὐκ ἔχειν ὅπως ἀπαλλαγῆτέ μου, καὶ τὸ τελευταῖον ἀκόντων ὑμῶν Ἐλευσῖνάδε ξυνθεωρεῖν. καὶ ταῦτα λέγοντες οἴεσθε μὲν ἐμὲ κακολογεῖν, ἀποφαίνετε δὲ σκαιοτάτους ἑαυτούς, οἵτινες μὲν note ὑπὸ τὸν αὐτὸν χρόνον τὸν αὐτὸν ἄνδρα λάθρᾳ note μὲν ἐλοιδορεῖτε, φανερῶς δὲ φίλον ἐνομίζετε. 8.6χρῆν γὰρ ὑμᾶς μὴ κακῶς λέγειν μὴ ξυνεῖναι, καὶ ταῦτα φανερῶς ἀπειπόντας ὁμιλίαν. εἰ δὲ αἰσχρὸν ἡγεῖσθε τοῦτο, πῶς αἰσχρὸν ἦν ὑμῖν ξυνεῖναι, πρὸς ὃν οὐδὲ ἀπειπεῖν καλὸν ἡγεῖσθε; 8.7καὶ μὴν οὐδὲν αὐτὸς ἐξηῦρον note ὁπόθεν ἂν εἰκότως ὑπερείδετε τὴν ἐμὴν ὁμιλίαν. οὔτε γὰρ ὑμᾶς σοφωτάτους ἑώρων ὄντας, ἐμαυτὸν δʼ ἀμαθέστατον, οὐ μὴν οὐδὲ πολυφίλους ὑμᾶς, ἐμαυτὸν δʼ ἔρημον φίλων, οὐδʼ αὖ πλουτοῦντας, ἐμὲ δὲ πενόμενον, οὐδʼ αὖ ὑμᾶς μὲν ὑπερευδοκιμοῦντας, ἐμαυτὸν δὲ διαβεβλημένον, οὐδὲ τὰ μὲν ἐμὰ πράγματα κινδυνεύοντα, τὰ δʼ ὑμέτερα ἀσφαλῶς ἔχοντα. πόθεν ἂν οὖν εἰκότως ὑπώπτευον ἄχθεσθαί μοι συνόντι; 8.8καὶ ταῦτα δʼ ὅτε πρὸς τοὺς τελευταίους ἐλέγετʼ οὐκ note ᾤεσθε ἀπαγγελεῖν ἡμῖν, κἀνταῦθα σόφισμα καλὸν ἡγούμενοι note περιήλθετε πάντας note ὑμῶν αὐτῶν κατηγοροῦντες ὅτι πονηροῖς ἑκόντες ὁμιλεῖτε.

περὶ μὲν οὖν τοῦ λέγοντος οὐδὲν ἂν περαίνοιτε πυνθανόμενοι. πρῶτον μὲν γὰρ εἰδότες note ἐρήσεσθε τὸν εἰπόντα μοι· πῶς γὰρ οὐκ ἴστε πρὸς ὃν ἐλέγετε τὸν λόγον; 8.9ἔπειτα κακὸς ἂν εἴην, εἰ ταὐτὰ note ποιήσαιμι αὐτὸν ἅπερ ἐκεῖνος ὑμᾶς. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἐκεῖνος ἡμῖν ἀπήγγελλεν, ἐφʼ οἷπερ ὑμεῖς ἐλέγετε πρὸς ἐκεῖνον. ἐκεῖνος μὲν γὰρ ἐμοὶ χαριζόμενος ἀπήγγειλε τοῖς ἐμοῖς ἀναγκαίοις, ὑμεῖς δὲ βλάπτειν ἐμὲ βουλόμενοι πρὸς ἐκεῖνον ἐλέγετε. καὶ ταῦτα εἰ μὲν ἠπίστουν, ἐξελέγχειν ἂν ἐζήτουν· νῦν δὲ (ξυμβαίνει γὰρ καὶ ταῦτα τοῖς πρὸ τοῦ, καὶ ἐμοὶ σημεῖα ταῦτα μὲν ἐκείνων ἐστίν, 8.10ἐκεῖνα δὲ τούτων ἱκανά) πρῶτον μὲν ἅπαντα διʼ ὑμῶν πράξαντά με περὶ τῆς θέσεως τοῦ ἵππου πρὸς Ἡγέμαχον, note κάμνοντα τὸν ἵππον ἀνάγειν με βουλόμενον Διόδωρος οὑτοσὶ ἀποτρέπειν ἐπειρᾶτο, φάσκων οὐδὲν ἀντιλέξειν περὶ τῶν δώδεκα μνῶν Πολυκλέα, ἀλλʼ ἀποδώσειν. τότε λέγων ταῦτα, μετὰ τὸν θάνατον τοῦ ἵππου κατέστη τελευτῶν ἀντίδικος μετὰ τούτων, λέγων ὡς οὐ δίκαιόν με εἴη κομίσασθαι τὸ ἀργύριον. 8.11καίτοιγε σφῶν note γε αὐτῶν κατηγόρουν. εἰ γὰρ μετὰ τούτων <ἔπραττον> note ἀδικουμένῳ μοι μηδὲν ἦν δίκαιον εἰπεῖν, που κακῶς note συνέπραττον. καὶ ἐγὼ μὲν ᾤμην φιλοσοφοῦντας αὐτοὺς περὶ τοῦ πράγματος ἀντιλέγειν τὸν ἐναντίον λόγον· οἱ δʼ ἄρα οὐκ ἀντέλεγον ἀλλʼ ἀντέπραττον, 8.12καὶ διὰ τοῦτο ἀντέλεγον, note ἵνα τὸν ἐμὸν λόγον εἰδείη Πολυκλῆς· ἐδηλώθη γὰρ ταῦτα. παρόντων τῶν διαιτητῶν ὀργιζόμενος note Πολυκλῆς εἶπεν ὅτι καὶ τοῖς ἐμοῖς ἐπιτηδείοις ἀδικεῖν δοκοίην, ὡς πρὸς ἐκεῖνον λέγοιεν. ἆρά γε ταῦτα ξυμβαίνει τοῖς ἀπαγγελλομένοις; γὰρ αὐτὸς ἀπήγγειλεν ὡς τοὺς ὑπὲρ ἐμοῦ μέλλοντας λέγειν ἀποτρέψειν note φάσκοιτε, τοὺς δέ τινας ἤδη κωλύσαιτε. note καὶ ταῦτα τί με δεῖ φανερώτερον ἐξελέγχειν ἔτι note; φέρε γάρ, ᾔδει ποτʼ ἐκεῖνος ὅτι Κλειτοδίκου δεηθεὶς ἐπιλέγειν note οὐκ ἔτυχον; 8.13οὐ γὰρ δὴ παρῆν τούτοις· τί note κέρδος ἦν αὐτῷ διαβάλλειν ἐμὲ πρὸς ὑμᾶς οὕτω προθύμως, ὥστε σπουδάσαι πρὸς τοὺς ἐμοὺς ἀναγκαίους πλάσασθαι ταῦτα;

8.14γιγνώσκω δὲ νῦν ἤδη καὶ πάλαι ζητοῦντας πρόφασιν, ἡνίκα Θρασύμαχον ὑμᾶς ἐφάσκετε κακῶς λέγειν διʼ ἐμέ. καὶ ἐγὼ μὲν ἠρώτων αὐτὸν εἰ διʼ ἐμὲ κακῶς λέγοι Διόδωρον· δὲ τοσοῦτον ὑπερεῖδε τὸ διʼ ἐμέ· πολλοῦ γὰρ δεῖν ἔφη διʼ ὁντινοῦν εἰρηκέναι Διόδωρον κακῶς. καὶ ταῦτα προσάγοντος ἐμοῦ πρόθυμος Θρασύμαχος ἦν ἐξελέγχεσθαι, 8.15περὶ ὧν οὗτος ἔλεγεν· οὗτος δὲ πάντʼ ἂν note μᾶλλον διεπράττετο. μετὰ τοῦτο Αὐτοκράτης ἐμοῦ παρόντος Θρασυμάχω ἔλεγεν Εὐρυπτόλεμον αὐτῷ μέμφεσθαι, φάσκοντα κακῶς ἀκούειν ὑπʼ αὐτοῦ· τὸν ἀπαγγέλλοντα δὲ εἶναι Μηνόφιλον. εὐθὺς δʼ ἐκεῖνος ἐπὶ τὸν Μηνόφιλον ἐβάδιξε μετʼ ἐμοῦ· κἀκεῖνος οὔτε ἀκοῦσαι πώποτε ἔφασκεν οὔτε ἀπαγγεῖλαι πρὸς Εὐρυπτόλεμον, καὶ οὐ ταῦτα μόνον, ἀλλʼ οὐδὲ διειλέχθαι πολλοῦ χρόνου. 8.16τοιαύτας προφάσεις προφασιζόμενοι τότε μὲν ἐκ τῆς ἐμῆς καὶ Θρασυμάχου συνουσίας ἐστὲ φανεροί, νῦν δὲ ἐπειδὴ ἐκλελοίπασιν ὑμᾶς αἱ προφάσεις, ἐλευθεριώτερόν με κακῶσαι λείπετε ἤδη note οὐδέν. χρῆν μὲν οὖν τότε με γιγνώσκειν ὀφειλόμενόν μοι ταῦτα παθεῖν, ὅτε καὶ πρὸς ἐμὲ περὶ ὑμῶν αὐτῶν ἐλέγετε note κακῶς· ἔπειτα καὶ περὶ Πολυκλέους, νυνὶ βοηθεῖτε, 8.17πάντʼ εἴρηκα πρὸς ὑμᾶς. κατὰ τί δὴ ταῦτα <οὐκ> note ἐφυλαττόμην; εὔηθές τι ἔπαθον. ᾤμην γὰρ ἀπόθετος ὑμῖν εἶναι φίλος τοῦ μηδὲν ἀκοῦσαι κακὸν διʼ αὐτὸ τοῦτο, διότι πρὸς ἐμὲ τοὺς ἄλλους ἐλέγετε κακῶς, note παρακαταθήκην ἔχων ὑμῶν παρʼ ἑκάστου λόγους πονηροὺς περὶ ἀλλήλων.

8.18ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδʼ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν· οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε. 8.19ἀλλʼ ὡς εὖνοι note ὄντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ; ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι note κακῶς λέγετε. τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται. τοιοῦτον δʼ ἄρα note πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν· ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ, note πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε, note κἄπειτα καθʼ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ. 8.20κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν note ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφʼ ὑμῶν πείσομαι· τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.



Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 7 Lys. 8 (English) >>Lys. 9

Powered by PhiloLogic