Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 337 Soph. OC 385 (English) >>Soph. OC 421

Οἰδίπους 385ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς
ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;
Ἰσμήνη ἔγωγε τοῖς νῦν γʼ, πάτερ, μαντεύμασιν.
Οἰδίπους ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;
Ἰσμήνη σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ
390θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.
Οἰδίπους τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;
Ἰσμήνη ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.
Οἰδίπους ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;
Ἰσμήνη νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.
Οἰδίπους
395γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.
Ἰσμήνη καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν
ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.
Οἰδίπους ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.
Ἰσμήνη ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως
400κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.
Οἰδίπους δʼ ὠφέλησις τίς θύρασι κειμένου;
Ἰσμήνη κείνοις τύμβος δυστυχῶν σὸς βαρύς.
Οἰδίπους κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.
Ἰσμήνη τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας
405χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.
Οἰδίπους καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;
Ἰσμήνη ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, πάτερ.
Οἰδίπους οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.
Ἰσμήνη ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.
Οἰδίπους
410ποίας φανείσης, τέκνον, συναλλαγῆς;
Ἰσμήνη τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.
Οἰδίπους δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;
Ἰσμήνη ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.
Οἰδίπους καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;
Ἰσμήνη
415ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.
Οἰδίπους παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;
Ἰσμήνη ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.
Οἰδίπους κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος
τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;
Ἰσμήνη
420ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 337 Soph. OC 385 (English) >>Soph. OC 421

Powered by PhiloLogic