Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.468 | Joseph. BJ 1.473 (English) | >>Joseph. BJ 1.477 |
1.471πάντα δὲ περιεσκεμμένως δραματουργῶν τὰς πρὸς Ἡρώδην ὁδοὺς ταῖς διαβολαῖς ἐποιεῖτο τεχνικωτάτας , αὐτὸς μὲν ἀδελφοῦ προσωπεῖον ἐπικείμενος , καθιεὶς δὲ μηνυτὰς ἑτέρους . κἀπειδὰν ἀπαγγελθείη τι κατʼ Ἀλεξάνδρου , παρελθὼν ὑπεκρίνετο καὶ διασύρειν τὸ ῥηθὲν ἀρξάμενος ἔπειτα κατεσκεύαζεν ἡσυχῆ καὶ πρὸς ἀγανάκτησιν ἐξεκαλεῖτο τὸν βασιλέα .
-- -- πάντα δὲ εἰς ἐπιβουλὴν ἀνήγετο καὶ τὸ δοκεῖν τῇ σφαγῇ τοῦ πατρὸς ἐφεδρεύειν Ἀλέξανδρον · οὐδὲν γὰρ οὕτως πίστιν ἐχορήγει ταῖς διαβολαῖς , ὡς ἀπολογούμενος Ἀντίπατρος ὑπὲρ αὐτοῦ .
1.473
πάντες μὲν οὖν ἐπὶ ταῖς ἐλπίσιν ἐθεράπευον Ἀντίπατρον ἤδη , συναφίστα δʼ ἕκαστον τὰ τοῦ βασιλέως προστάγματα , παραγγείλαντος τοῖς τιμιωτάτοις μήτε προσιέναι μήτε προσέχειν τοῖς περὶ Ἀλέξανδρον . φοβερὸς δʼ ἦν οὐ μόνον τοῖς ἐκ τῆς βασιλείας , ἀλλὰ καὶ τοῖς ἔξωθεν φίλοις · οὐδενὶ γὰρ βασιλέων Καῖσαρ τοσαύτην ἔδωκεν ἐξουσίαν , ὥστε τὸν ἀπʼ αὐτοῦ φυγόντα καὶ μὴ προσηκούσης πόλεως ἐξαγαγεῖν .
1.472
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 1.468 | Joseph. BJ 1.473 (English) | >>Joseph. BJ 1.477 |