Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.8 | Joseph. BJ 2.14 (English) | >>Joseph. BJ 2.20 |
2.12ἔπειθʼ οἱ μὲν ὡς μηδενὸς δεινοῦ γεγονότος ἐτρέποντο πρὸς θυσίαν · οὐ μὴν Ἀρχελάῳ δίχα φόνου καθεκτὸν ἔτι τὸ πλῆθος ἐφαίνετο , τὴν δὲ στρατιὰν ἐπαφίησιν αὐτοῖς ὅλην , τοὺς μὲν πεζοὺς διὰ τῆς πόλεως ἀθρόους , τοὺς δὲ ἱππεῖς ἀνὰ τὸ πεδίον ·
2.13οἳ θύουσιν ἑκάστοις ἐξαίφνης προσπεσόντες διαφθείρουσι μὲν περὶ τρισχιλίους , τὸ δὲ λοιπὸν πλῆθος εἰς τὰ πλησίον ὄρη διεσκέδασαν . εἵποντο δὲ Ἀρχελάου κήρυκες κελεύοντες ἕκαστον ἀναχωρεῖν ἐπʼ οἴκου , καὶ πάντες ᾤχοντο τὴν ἑορτὴν ἀπολιπόντες .
-- -- συνεξῄει δʼ ἅμα τοῖς τέκνοις Σαλώμη καὶ τοῦ βασιλέως ἀδελφιδοῖ τε καὶ γαμβροί , τῷ μὲν δοκεῖν συναγωνιούμενοι περὶ τῆς διαδοχῆς Ἀρχελάῳ , τὸ δʼ ἀληθὲς κατηγορήσοντες περὶ τῶν κατὰ τὸ ἱερὸν παρανομηθέντων .
2.16
τότε μὲν οὖν Σαβῖνος Οὐάρῳ χαριζόμενος οὔτʼ ἐπὶ τὰς ἄκρας ἔσπευσεν οὔτε τὰ ταμιεῖα τῶν πατρῴων χρημάτων ἀπέκλεισεν Ἀρχελάῳ , μέχρι δὲ τῆς Καίσαρος διαγνώσεως ἠρεμήσειν ὑπέσχετο καὶ διέτριβεν ἐπὶ τῆς Καισαρείας .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.8 | Joseph. BJ 2.14 (English) | >>Joseph. BJ 2.20 |