Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.256 | Joseph. BJ 3.262 (English) | >>Joseph. BJ 3.269 |
3.260βαλλόντων δὲ τὰς ἐπιβατηρίους μηχανὰς αὐτοὺς προπηδᾶν καὶ διὰ τῶν ἰδίων ὀργάνων ἀπαντᾶν τοῖς πολεμίοις , ἀγωνίζεσθαί τε ἕκαστον οὐχ ὡς ὑπὲρ σωθησομένης , ἀλλʼ ὡς ὑπὲρ ἀπολωλυίας ἤδη τῆς πατρίδος ἀμυνόμενον ,
3.261λαμβάνειν τε πρὸ ὀφθαλμῶν σφαγησομένους γέροντας καὶ τέκνα καὶ γυναῖκας ἀναιρεθησομένας ὑπὸ τῶν ἐχθρῶν ὅσον οὐδέπω , καὶ τὸν ἐπὶ ταῖς μελλούσαις συμφοραῖς θυμὸν προαλίσαντας ἐναφεῖναι τοῖς δράσουσιν αὐτάς .
3.262
-- -- ὁ δὲ Ἰώσηπος τὰς μὲν γυναῖκας , ὡς μὴ θηλύνοιεν οἴκτῳ τὰς ὁρμὰς τῶν σφετέρων , κατακλείει ταῖς οἰκίαις μετʼ ἀπειλῆς ἡσυχάζειν κελεύσας · αὐτὸς δὲ ἐπὶ τῶν ἐρειφθέντων ᾗ ἔλαχεν παρῄει .
3.264τοῖς μὲν οὖν καθʼ ἕτερα προσφέρουσι τὰς κλίμακας οὐ προσεῖχεν , ἀπεκαραδόκει δὲ τὴν ὁρμὴν τῶν βελῶν .
3.265
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 3.256 | Joseph. BJ 3.262 (English) | >>Joseph. BJ 3.269 |