Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.201 | Joseph. BJ 4.208 (English) | >>Joseph. BJ 4.215 |
4.205τῷ δʼ Ἀνάνῳ προσβαλεῖν μὲν οὐκ ἐδόκει τοῖς ἱεροῖς πυλῶσιν ἄλλως τε κἀκείνων βαλλόντων ἄνωθεν , ἀθέμιτον δʼ ἡγεῖτο , κἂν κρατήσῃ , μὴ προηγνευκὸς εἰσαγαγεῖν τὸ πλῆθος ·
4.206διακληρώσας δʼ ἐκ πάντων εἰς ἑξακισχιλίους ὁπλίτας καθίστησιν ἐπὶ ταῖς στοαῖς φρουρούς ·
4.207διεδέχοντο δὲ ἄλλοι τούτους , καὶ παντὶ μὲν ἀνάγκη παρεῖναι πρὸς τὴν φυλακὴν ἐκ περιόδου , πολλοὶ δὲ τῶν ἐν ἀξιώμασιν ἐφεθέντες ὑπὸ τῶν ἄρχειν δοκούντων μισθούμενοι πενιχροτέρους ἀνθʼ ἑαυτῶν ἐπὶ τὴν φρουρὰν ἔπεμπον .
4.208
καὶ δὴ τότε τὰ τοῦ δήμου φρονεῖν ὑποκρινόμενος συμπεριῄει μὲν τῷ Ἀνάνῳ βουλευομένῳ σὺν τοῖς δυνατοῖς μεθʼ ἡμέραν καὶ νύκτωρ ἐπιόντι τὰς φυλακάς , διήγγελλε δὲ τὰ ἀπόρρητα τοῖς ζηλωταῖς , καὶ πᾶν σκέμμα τοῦ δήμου πρὶν καλῶς βουλευθῆναι παρὰ τοῖς ἐχθροῖς ἐγινώσκετο διʼ αὐτοῦ .
4.210μηχανώμενος δὲ τὸ μὴ διʼ ὑποψίας ἐλθεῖν ἀμέτροις ἐχρῆτο ταῖς θεραπείαις εἰς τόν τε Ἄνανον καὶ τοὺς τοῦ δήμου προεστῶτας .
4.211ἐχώρει δʼ εἰς τοὐναντίον αὐτῷ τὸ φιλότιμον · διὰ γὰρ τὰς ἀλόγους κολακείας μᾶλλον ὑπωπτεύετο , καὶ τὸ πανταχοῦ παρεῖναι μὴ καλούμενον ἔμφασιν προδοσίας τῶν
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.201 | Joseph. BJ 4.208 (English) | >>Joseph. BJ 4.215 |