6.174ἔπειτα ἐπιβὰς τῷ νεκρῷ τό τε ξίφος ᾑμαγμένον ἀνέσειε καὶ τῇ λαιᾷ τὸν θυρεὸν ἐπηλάλαξέ τε τῇ στρατιᾷ πολλὰ καὶ πρὸς τὸν πεσόντα κομπάζων καὶ τοὺς ὁρῶντας Ῥωμαίους ἐπισκώπτων,
6.175ἕως αὐτὸν ἀνασκιρτῶντα καὶ ματαΐζοντα Πρῖσκός τις ἑκατοντάρχης τοξεύσας διήλασε βέλει· πρὸς ὃ τῶν τε Ἰουδαίων καὶ τῶν Ῥωμαίων κραυγὴ συνεξήρθη διάφορος.
6.176ὁ δὲ δινηθεὶς ἐκ τῶν ἀλγηδόνων ἐπὶ τὸ σῶμα τοῦ πολεμίου κατέπεσεν, ὠκυτάτην ἀποφήνας ἐν πολέμῳ τὴν ἐπὶ τῷ ἀλόγως εὐτυχοῦντι νέμεσιν.
6.177
Οἱ δὲ ἀνὰ τὸ ἱερὸν στασιασταὶ φανερῶς τε οὐκ ἀνίεσαν τοὺς ἐπὶ τῶν χωμάτων στρατιώτας ἀμυνόμενοι καθʼ ἑκάστην ἡμέραν, καὶ τοῦ προειρημένου μηνὸς ἑβδόμῃ καὶ εἰκάδι δόλον ἐνσκευάζονται τοιόνδε.
6.178τῆς ἑσπερίου στοᾶς τὸ μεταξὺ τῶν δοκῶν καὶ τῆς ὑπʼ αὐτῆς ὀροφῆς ὕλης ἀναπιμπλᾶσιν αὔης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης· ἔπειθʼ ὡς καταπονούμενοι δῆθεν ὑπεχώρουν.
6.179πρὸς ὃ τῶν μὲν ἀσκέπτων πολλοὶ ταῖς ὁρμαῖς φερόμενοι προσέκειντο τοῖς ὑποχωροῦσιν ἐπί τε τὴν στοὰν ἀνεπήδων προσθέμενοι κλίμακας, οἱ δὲ συνετώτεροι τὴν ἄλογον τροπὴν τῶν Ἰουδαίων ὑπονοήσαντες ἔμενον.
6.180κατεπλήσθη μέντοι τῶν ἀναπηδησάντων ἡ στοά, κἀν τούτῳ Ἰουδαῖοι πᾶσαν ὑποπιμπρᾶσιν αὐτήν. αἰρομένης δʼ αἰφνιδίως πάντοθεν τῆς φλογὸς τούς τε ἔξω τοῦ κινδύνου Ῥωμαίους ἔκπληξις ἐπέσχε δεινὴ καὶ τοὺς περισχεθέντας ἀμηχανία.